Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

2. ὁρᾶτε οἱ ἄνδρες, ὡς ἴδια μέλη τὰς γαμετὰς στέργετε· αἱ γυναῖκες, ὡς ἓν οὖσαι τῇ συναφείᾳ, στέργετε τοὺς ἑαυτῶν ἄνδρας. εἴ τις ἁγνεύει ἢ ἐγκρατεύεται, μὴ ἐπαιρέσθω, ἵνα μὴ ἀπολέσῃ τὸν μισθόν.

3. τὰς

ἑορτὰς μὴ ἀτιμάζετε· τὴν τεσσαρακοστὴν μὴ ἐξουθενεῖτε (μίμησιν γὰρ περιέχει τῆς τοῦ κυρίου πολιτείας) καὶ τὴν τοῦ πάθους ἑβδομάδα μὴ παρορᾶτε· τετράδα καὶ παρασκευὴν νηστεύετε, πένησιν ἐπιχορηγοῦντες τὴν περισσείαν. εἴ τις κυριακὴν ἢ σάββατον νηστεύει πλὴν ἑνὸς σαββάτου, οὗτος χριστοκτόνος ἐστίν.