Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

III. Οὗ .μεμνημένοι πάντως γινώσκετε, ὅτι Ἰησοῦς ὁ κύριος ἀληθῶς ἐγεννήθη ἐκ Μαρίας, γενόμενος ἐκ γυναικός, καὶ ἀληθείᾳ ἐσταυρώθη. ἐμοὶ γάρ, φησί, μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου Ἰησοῦ.

2. καὶ ἀληθείᾳ ἀπέθανε καὶ ἀνέστη· εἰ παθητὸς γάρ, φησίν, ὁ Χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν· καὶ ὃ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν

ἐφάπαξ· ὃ δὲ ζῇ, τῷ θεῷ ζῇ.

3. ἐπεὶ τίς χρεία δεσμῶν, Χριστοῦ μὴ ἀποθανόντος; τίς χρεία ὑπομονῆς; τίς χρεία μαστίγων; τί δήποτε Πέτρος μὲν ἐσταυροῦτο, Παῦλος δὲ καὶ Ἰάκωβος μαχαίρᾳ ἐτέμνοντο, Ἰωάννης δὲ ἐφυγαδεύετο ἐν Πάτμῳ, Στέφανος δὲ ἐν λίθοις ἀνῃρεῖτο παρὰ τῶν κυριοκτόνων Ἰουδαίων; ἀλλ’ οὐδὲν τούτων εἰκῆ· ἀληθείᾳ γὰρ ἐσταυρώθη ὁ κύριος ὑπὸ τῶν δυσσεβῶν.