Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

VI. Ἐπεὶ οὖν ἐν τοῖς προγεγραμμένοις προσώποις τὸ πᾶν πλῆθος ἐθεώρησα ἐν πίστει καὶ ἠγάπησα, παραινῶ· ἐν ὁμονοίᾳ θεοῦ σπουδάσατε πάντα πράττειν, προκαθημένου τοῦ ἐπισκόπου εἰς τόπον θεοῦ καὶ τῶν πρεσβυτέρων εἰς τόπον συνεδρίου τῶν ἀποστόλων καὶ τῶν διακόνων, τῶν ἐμοὶ γλυκυτάτων, πεπιστευμένων διακονίαν Ἰησοῦ Χριστοῦ, ὃς πρὸ αἰῶνος παρὰ τῷ πατρὶ γεννηθεὶς ἦν λόγος θεός, μονογενὴς υἱός, καὶ ἐπὶ συντελείᾳ τῶν αἰώνων ὁ αὐτὸς διαμένει· τῆς γὰρ βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος, φησὶν Δανιὴλ ὁ προφήτης.

2. πάντες οὖν ἐν ὁμονοίᾳ ἀλλήλους ἀγαπήσωμεν, καὶ μηδεὶς κατὰ σάρκα βλεπέτω τὸν πλησίον, ἀλλ’ ἐν Χριστῷ Ἰησοῦ. μηδὲν ἔστω ἐν ὑμῖν, ὃ δυνήσεται ὑμᾶς μερίσαι, ἀλλ’ ἑνώθητε τῷ ἐπισκόπῳ, ὑποτασσόμενοι τῷ θεῷ δι’ αὐτοῦ ἐν Χριστῷ.

VII. Ὥσπερ οὖν ὁ κύριος ἄνευ τοῦ πατρὸς οὐδὲν ποιεῖ (οὐ δύναμαι γάρ, φησίν, ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν), οὕτω καὶ ὑμεῖς ἄνευ τοῦ ἐπισκόπου, μηδὲ πρεσβύτερος, μὴ διάκονος, μὴ λαϊκός. μηδέ τι φαινέσθω ὑμῖν εὔλογον παρὰ τὴν ἐκείνου γνώμην· τὸ γὰρ τοιοῦτον παράνομον καὶ θεοῦ ἐχθρόν.

2. πάντες ἐπὶ τὸ αὐτὸ ἐν τῇ προσευχῇ ἅμα συνέρχεσθε· μία δέησις ἔστω κοινή, εἷς νοῦς, μία ἐλπὶς ἐν ἀγάπῃ, ἐν πίστει τῇ ἀμώμῳ, τῇ εἰς Χριστὸν Ἰησοῦν, οὗ ἄμεινον οὐδέν ἐστιν. πάντες ὡς εἷς εἰς τὸν

ναὸν θεοῦ συντρέχετε, ὡς ἐπὶ ἓν θυσιαστήριον, ὡς ἐπὶ ἕνα Ἰησοῦν Χριστόν, τὸν ἀρχιερέα τοῦ ἀγεννήτου θεοῦ.