Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, τῇ εὐλογημένῃ ἐν χάριτι θεοῦ πατρὸς ἐν Χριστῷ Ἰησοῦ τῷ σωτῆρι, ἐν ᾧ ἀσπάζομαι τὴν ἐκκλησίαν τὴν οὖσαν ἐν Μαγνησίᾳ τῇ πρὸς Μαιάνδρῳ, καὶ εὔχομαι ἐν θεῷ πατρὶ καὶ Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ἐν ᾧ πλεῖστα χαίρειν ὑμᾶς εἴη.

I. Γνοὺς ὑμῶν τὸ πολυεύτακτον τῆς κατὰ θεὸν ἀγάπης, ἀγαλλιώμενος προειλάμην ἐν πίστει Ἰησοῦ Χριστοῦ προσλαλῆσαι ὑμῖν.

2. ἀξιωθεὶς γὰρ ὀνόματος θείου καὶ ποθεινοῦ, ἐν οἷς περιφέρω δεσμοῖς ᾄδω τὰς ἐκκλησίας, ἐν αἷς ἕνωσιν εὔχομαι σαρκὸς καὶ πνεύματος Ἰησοῦ Χριστοῦ, ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων, μάλιστα δὲ πιστῶν, οὗ τῷ αἵματι ἐλυτρώθητε, δι’ οὗ ἔγνωτε θεόν, μᾶλλον δὲ ὑπ’ αὐτοῦ ἐγνώσθητε·