Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

IV. Ἰωσίας δὲ ὁ θεοφιλὴς ἄναρθρα σχεδὸν ἔτι φθεγγόμενος ἐλέχχει τοὺς τῷ πονηρῷ πνεύματι κατόχους, ὡς ψευδολόγοι καὶ λαοπλάνοι τυγχάνουσι, δαιμόνων τε ἐκκαλύπτει τὴν ἀπάτην καὶ τοὺς οὐκ ὄντας θεοὺς παραδειγματίζει καὶ τοὺς ἱερωμένους αὐτοῖς νηποινὶ κατασφάζει, βωμούς τε αὐτῶν ἀνατρέπει καὶ θυσιαστήρια νεκροῖς λειψάνοις μιαίνει τεμένη τε καθαιρεῖ καὶ τὰ ἄλση ἐκκόπτει καὶ τὰς στήλας συντρίβει καὶ τοὺς τῶν ἀσεβῶν τάφους

ἀνορύττει, ἵνα μηδὲ σημεῖον ἔτι τῶν πονηρῶν ὑπάρχῃ· οὕτω τις ζηλωτὴς ἦν τῆς εὐσεβείας καὶ τῶν ἀσεβῶν τιμωρός, ἔτι ψελλίζων τῇ γλώττῃ.

2. Δαυὶδ δὲ ὁ προφήτης ὁμοῦ καὶ βασιλεύς, ἡ τοῦ σωτηρίου κατὰ σάρκα ῥίζα, μειράκιον χρίεται ὑπὸ Σαμουὴλ εἰς βασιλέα· φησὶν γάρ που αὐτός, ὅτι μικρὸς ἤμην ἐν τοῖς ἀδελφοῖς μου καὶ νεώτερος ἐν τῷ οἴκῳ τοῦ πατρός μου.