Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

IX. Μνημονεύετε ἐν τῇ εὐχῇ ὑμῶν τῆς ἐν Συρίᾳ ἐκκλησίας, ἥτις ἀντ’ ἐμοῦ ποιμένι χρῆται τῷ κυρίῳ τῷ εἰπόντι· Ἐγὼ εἰμι ὁ ποιμὴν ὁ καλός· καὶ μόνος αὐτὴν ἐπισκοπήσει καὶ ἡ ὑμῶν εἰς αὐτὸν ἀγάπη.

2. ἐγὼ δὲ καὶ αἰσχύνομαι ἐξ αὐτῶν λέγεσθαι· οὐ γάρ εἰμι ἄξιος, ὢν ἔσχατος αὐτῶν καὶ ἔκτρωμα. ἀλλ’ ἠλέημαί τις εἶναι, ἐὰν θεοῦ ἐπιτύχω.

3. ἀσπάζεται ὑμᾶς τὸ

ἐμὸν πνεῦμα καὶ ἡ ἀγάπη τῶν ἐκκλησιῶν τῶν δεξαμένων με εἰς ὄνομα Ἰησοῦ Χριστοῦ, οὐχ ὡς παροδεύοντα· καὶ γὰρ αἱ μὴ προσήκουσαί μοι τῇ ὁδῷ κατὰ πόλιν με προήγαγον.