Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

III. Οὐδέποτε ἐβασκάνατε οὐδενί, ἄλλους ἐδιδάξατε. ἐγὼ δὲ θέλω, ἵνα κἀκεῖνα βέβαια ᾗ, ἃ μαθητεύοντες ἐντέλλεσθε.

2. μόνον δύναμιν αἰτεῖσθέ μοι ἔσωθέν τε καὶ ἔξωθεν, ἵνα μὴ μόνον λέγω, ἀλλὰ καὶ θέλω, ὅπως μὴ μόνον λέγωμαι Χριστιανός, ἀλλὰ καὶ εὑρεθῶ· ἐὰν γὰρ εὑρεθῶ, καὶ λέγεσθαι δύναμαι καὶ τότε πιστὸς εἶναι, ὅταν κόσμῳ μὴ φαίνωμαι.

3. οὐδὲν φαινόμενον αἰώνιον·

τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. οὐ πεισμονῆς τὸ ἔργον, ἀλλὰ μεγέθους ἐστὶν ὁ Χριστιανισμός· ὅταν μισῆται ὑπὸ κόσμου, φιλεῖται παρὰ θεοῦ. εἰ ἐκ τοῦ κόσμου γάρ, φησί, τούτου ἦτε, ὁ κόσμος ἂν ἐφίλει τὸ ἴδιον· νυνὶ δὲ οὔκ ἐστε ἐκ τοῦ κόσμου, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς· μείνατε παρ’ ἐμοί.