Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

VI. Ὅσῳ οὖν βλέπετε σιωπῶντα τὸν ἐπίσκοπον, πλεῖον αὐτὸν φοβεῖσθε· πάντα γὰρ ὃν πέμπει ὁ οἰκοδεσπότης εἰς ἰδίαν οἰκονομίαν, οὕτως αὐτὸν δεῖ ἡμᾶς δέχεσθαι, ὡς αὐτὸν τὸν πέμψαντα. τὸν οὖν ἐπίσκοπον δηλονότι ὡς αὐτὸν τὸν κύριον δεῖ προσβλέπειν, τῷ κυρίῳ παρεστῶτα. δρατικὸν δὲ ἄνδρα καὶ ὀξὺν τοῖς ἔργοις βασιλεῦσι δεῖ παρεστάναι, καὶ μὴ παρεστάναι ἀνθρώποις νωθροῖς.

2. αὐτὸς μέντοι Ὀνήσιμος ὑπερεπαινεῖ ὑμῶν τὴν ἐν θεῷ εὐταξίαν, ὅτι πάντες κατὰ ἀλήθειαν ζῆτε καὶ ὅτι ἐν ὑμῖν οὐδεμία αἵρεσις κατοικεῖ. ἀλλ’ οὐδὲ ἀκούετέ τινος ἢ μόνου Ἰησοῦ Χριστοῦ, τοῦ ἀληθινοῦ ποιμένος καὶ διδασκάλου, καί ἐστε, ὡς Παῦλος ὑμῖν ἔγραφεν, ἓν σῶμα καὶ ἓν πνεῦμα, διὰ τὸ ἐν μιᾷ ἐλπίδι κεκλῆσθαι τῆς πίστεως· ἐπείπερ καὶ εἷς κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν.

3. ὑμεῖς μὲν οὖν ἐστε τοιοῦτοι, ὑπὸ τοιῶνδε παιδευτῶν στοιχειωθέντες, Παύλου τοῦ χριστοφόρου καὶ Τιμοθέου τοῦ πιστοτάτου.