Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

2. οὐδὲν ἄμεινον τῆς κατὰ Χριστὸν εἰρήνης, ἐν ᾗ πᾶς πόλεμος καταργεῖται ἀερίων καὶ ἐπιγείων πνευμάτων. οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ πρὸς ἐξουσίας καὶ πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.

XIV. Οὐκοῦν οὐ λήσεται ὑμᾶς τι τῶν νοημάτων τοῦ διαβόλου, ἐὰν ὡς Παῦλος τελείως εἰς Χριστὸν ἔχητε τὴν πίστιν καὶ τὴν ἀγάπην, ἥτις ἐστὶν ἀρχὴ ζωῆς καὶ τέλος. ἀρχὴ ζωῆς πίστις, τέλος δὲ ἀγάπη· τὰ δὲ δύο ἐν ἑνότητι γενόμενα θεοῦ ἄνθρωπον ἀποτελεῖ. τὰ δὲ ἄλλα πάντα εἰς καλοκἀγαθίαν

ἀκόλουθά ἐστιν.

2. οὐδεὶς πίστιν ἐπαγγελλόμενος ὀφείλει ἁμαρτάνειν, οὐδὲ ἀγάπην κεκτημένος μισεῖν τὸν ἀδελφόν. ὁ γὰρ εἰπών· Ἀγαπήσεις κύριον τὸν θεόν σου, εἶπεν· Καὶ τὸν πλησίον σου ὡς σεαυτόν. οἱ ἐπαγγελλόμενοι Χριστοῦ εἶναι οὐκ ἐξ ὧν λέγουσι μόνον, ἀλλὰ καὶ ἐξ ὧν πράττουσι γνωρίζονται· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.