Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

X. Καὶ ὑπὲρ τῶν ἄλλων δὲ ἀνθρώπων ἀδιαλείπτως προσεύχεσθε· ἔστιν γὰρ αὐτοῖς ἐλπὶς μετανοίας, ἵνα θεοῦ τύχωσιν. μὴ ὁ πίπτων γὰρ οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; ἐπιτρέψατε οὖν αὐτοῖς μαθητευθῆναι ὑμῖν. γίνεσθε οὖν διάκονοι θεοῦ καὶ στόμα Χριστοῦ· λέγει γὰρ ὁ κύριος· Ἐὰν ἐξαγάγητε ἐξ ἀναξίου τίμιον, ὡς στόμα μου ἔσεσθε.

2. γίνεσθε πρὸς τὰς ὀργὰς αὐτῶν ὑμεῖς ταπεινόφρονες. ἀντιτάξατε πρὸς τὰς βλασφημίας αὐτῶν ὑμεῖς τὰς ἐκτενεῖς εὐχᾶς, αὐτῶν πλανωμένων στήκετε ὑμεῖς ἐν τῇ πίστει ἑδραῖοι, νικήσατε τὸ ἄγριον ἦθος ἐν ἡμερότητι, τὸ ὀργίλον ἐν πραότητι. μακάριοι γὰρ οἱ πραεῖς, καὶ Μωσῆς πρᾶος παρὰ πάντας ἀνθρώπους, καὶ Δαυὶδ πρᾶος σφόδρα· διὸ παραινεῖ Παῦλος, δοῦλον λέγων κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ’

ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον, ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους.

3. μὴ σπουδάζοντες ἀμύνεσθαι τοὺς ἀδικοῦντας ὑμᾶς (εἰ ἀνταπέδωκα γάρ, φησί, τοῖς ἀνταποδιδοῦσί μοι κακά), ἀδελφοὺς αὐτοὺς ποιήσωμεν τῇ ἐπιεικείᾳ. εἴπατε γὰρ τοῖς μισοῦσιν ὑμᾶς· Ἀδελφοὶ ἡμῶν ἐστε, ἵνα τὸ ὄνομα τοῦ κυρίου δοξασθῇ. καὶ μιμησώμεθα τὸν κύριον, ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, σταυρούμενος οὐκ ἀντέτεινε, πάσχων οὐκ ἠπείλει, ἀλλ’ ὑπὲρ τῶν ἐχθρῶν προσηύχετο· Πάτερ ἄφες αὐτοῖς, οὐκ οἴδασιν, ὃ ποιοῦσιν.

4. εἴ τις πλέον ἀδικηθεὶς πλείονα ὑπομείνῃ, οὗτος μακάριος· εἴ τις ἀποστερηθῇ, εἴ τις ἀθετηθῇ διὰ τὸ ὄνομα τοῦ κυρίου, οὗτος ὄντως Χριστοῦ ἐστιν. βλέπετε, μὴ τοῦ διαβόλου βοτάνη εὑρεθῇ ἐν ὑμῖν· πικρὰ γάρ ἐστιν καὶ ἁλμυρά τις αὕτη. νήψατε, σωφρονήσατε ἐν Χριστῷ Ἰησοῦ.