Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

I. Ἀποδεξάμενος ὑμῶν ἐν θεῷ τὸ πολυπόθητον ὄνομα, ὃ κέκτησθε φύσει δικαίᾳ κατὰ πίστιν καὶ ἀγάπην ἐν Χριστῷ Ἰησοῦ τῷ σωτῆρι ἡμῶν, μιμηταὶ ὄντες θεοῦ φιλανθρωπίας, ἀναζωπυρήσαντες ἐν αἵματι Χριστοῦ τὸ συγγενικὸν ἔργον τελείως ἀπηρτίσατε·

2. ἀκούσαντες γάρ μὲ δεδεμένον ἀπὸ Συρίας ὑπὲρ Χριστοῦ, τῆς κοινῆς ἐλπίδος, πεποιθότα τῇ προσευχῇ ὑμῶν ἐπιτυχεῖν ἐν Ῥώμῃ θηριομαχῆσαι, ἵνα διὰ τοῦ μαρτυρίου δυνηθῶ μαθητὴς εἶναι τοῦ ὑπὲρ ἡμῶν ἑαυτὸν ἀνενεγκόντος θεῷ προσφορὰν καὶ θυσίαν εἰς ὀσμὴν εὐωδίας·

3. ἐπεὶ οὖν τὴν πολυπλήθειαν ὑμῶν ἐν ὀνόματι θεοῦ

ἀπείληφα ἐν Ὀνησίμῳ, τῷ ἐπ’ ἀγάπῃ ἀδιηγήτῳ, ὑμῶν δὲ ἐπισκόπῳ, ὃν εὔχομαι κατὰ Χριστὸν Ἰησοῦν ὑμᾶς ἀγαπᾶν καὶ πάντας ὑμᾶς ἐν ὁμοιώματι αὐτοῦ εἶναι. εὐλογητὸς γὰρ ὁ θεὸς ὁ χαρισάμενος ὑμῖν τοιούτοις οὖσιν τοιοῦτον ἐπίσκοπον κεκτῆσθαι ἐν Χριστῷ.