Epistles

Ignatius of Antioch

Ignatius of Antioch. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1912.

Τῷ ἐπισκόπῳ προσέχετε, ἵνα καὶ ὁ θεὸς ὑμῖν. ἀντίψυχον ἐγὼ τῶν ὑποτασσομένων τῷ ἐπισκόπῳ, πρεσβυτέροις, διακόνοις: καὶ μετ̓

274
αὐτῶν μοι τὸ μέρος γένοιτο σχεῖν ἐν θεῷ. συγκοπιᾶτε ἀλλήλοις, συναθλεῖτε, συντρέχετε, συμπάσχετε, συγκοιμᾶσθε. συνεγείρεσθε ὡς θεοῦ [*](II Tim. 2, 1) οἰκονόμοι καὶ πάρεδροι καὶ ὑπηρέται.

ἀρέσκετε ᾧ στρατεύεσθε, ἀφ̓ οὖ καὶ τὰ ὀψώνια κομίζεσθε: μή τις ὑμῶν δεσέρτωρ εὑρεθῇ. τὸ βάπτισμα ὑμῶν μενέτω ὡς ὅπλα, ἡ πίστις ὡς περικεφαλαία, ἡ ἀγάπη ὡς δόρυ. ἡ ὑπομονὴ ὡς πανοπλία. τὰ δεπόσιτα ὑμῶν τὰ ἔργα ὑμῶν, ἵνα τὰ ἄκκεπτα [*](The use of the Latin sords is remarkable: dese/rtwr= desertor, depo/sita=deposita, and a)/kkepta=accepta.) ὑμῶν ἄξια κομίσησθε. μακροθυμήσατε οὖν μετ̓ ἀλλήλων ἐν πραότητι, ὡς ὁ θεὸς μεθ̓ ὑμῶν, ὀναίμην ὑμῶν διὰ παντός.