Epistles

Ignatius of Antioch

Ignatius of Antioch. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1912.

Χῆραι μὴ ἀμελείσθωσαν: μετὰ τὸν κύριον σὺ αὐτῶν φροντιστὴς ἔσο. μηδὲν ἄνευ γνώμης

272
σου γινέσθω μηδὲ σὺ ἄνευ θεοῦ τι πρᾶσσε, ὅπερ οὐδὲ πράσσεις: εὐστάθει.

πυκνότερον συναγωγαὶ γινέσθωσαν: ἐξ ὀνόματος πάντας ζήτει. [*](1 Tim. 6, 2)

δούλους καὶ δούλας μὴ ὑπερηφάνει: ἀλλὰ μηδὲ αὐτοὶ φυσιούσθωσαν, ἀλλ̓ εἰς δόξαν θεοῦ πλέον δουλευέτωσαν, ἵνα κρείττονος ἐλευθερίας ἀπὸ θεοῦ τύχωσιν. μὴ ἐράτωσαν ἀπὸ τοῦ κοινοῦ ἐλευθεροῦσθαι, ἵνα μὴ δοῦλοι εὑρεθῶσιν ἐπιθυμίας.