Epistles

Ignatius of Antioch

Ignatius of Antioch. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1912.

εἰς τιμὴν οὖν ἐκείνου τοῦ θελήσαντος ἡμᾶς [*](h(ma=s GL, u(ma=s Ag.) πρέπον ἐστὶν ἐπακούειν κατὰ μηδεμίαν ὑπόκρισιν: ἐπεὶ οὐχ ὅτι τὸν ἐπίσκοπον τοῦτον τὸν βλεπόμενον πλανᾷ τις, ἀλλὰ τὸν ἀόρατον παραλογίζεται. τὸ δὲ τοιοῦτον οὐ πρὸς σάρκα ὁ λόγος, ἀλλὰ πρὸς θεὸν τὸν τὰ κρύφια εἰδότα.

200

Πρέπον οὖν ἐστιν μὴ μόνον καλεῖσθαι Χρις τιανούς, ἀλλὰ καὶ εἶναι: ὥσπερ καί τινες ἐπίσκοπον μὲν καλοῦσιν, χωρὶς δὲ αὐτοῦ πάντα πράσσουσιν. οἱ τοιοῦτοι δὲ οὐκ εὐσυνείδητοί μοι εἶναι φαίνονται διὰ τὸ μὴ βεβαίως κατ̓ ἐντολὴν συναθροίζεσθαι.