Babyloniaca

Iamblichus (Scr. Erot.)

Iamblichus. Polemonis Declamationes quae exstant duae. Hinck, Hugo, editor. Leipzig: Teubner, 1873.

Μισθοφόροι τὸν ποταμὸν τοῖς πολεμίοις ἐπήγαγον, καὶ ἀπαιτοῦσι τὸν μισθὸν παρ’ Ἀμφικτύοσι δικαζόμενοι.

Οὐκ ἐπαναλώσαμεν τῷ πολέμῳ χρόνον, ἀλλὰ προσέθεμεν τῇ νίκῃ τάχος· ὑμεῖς δὲ ἀποστερῆσαι τὸν μισθὸν διεγνώκατε τὸ πλεονέκτημα τῆς εὐτυχίας ἔγκλημα ποιούμενοι καὶ οὐδὲ ἐκεῖνο συνίετε ὅτι πολλοὶ συμμαχήσαντες, οὐ μέντοι κρατήσαντες τὰ συνωμολογημένα χρήματα παρὰ τῶν συμμαχίας τυχόντων

κομίζονται, διότι τῶν συμμαχούντων ἕκαστος συμβαλλόμενος τὴν γνώμην οὐκ ἐπαγγέλλεται τὴν τύχην. ὡ τὸ παράδοξον τοῦτο τόλμημα ἡμῶν. στρατόπεδον ὅλον ποταμῷ βάλλεται καὶ κλύδωνι χερσαίῳ παρασύρεται καὶ χειροποιήτῳ χειμῶνι βαπτίζεται. ὠ μὴ πεζομαχήσαντες ἡμεῖς μόνον ἀλλὰ καὶ χωρὶς νεῶν ναυμαχήσαντες. αὔτανδρον οἴχεται τὸ τῶν πολεμίων στρατόπεδον καὶ πάνδημος ἐν πείρῳ μέσῃ τοὺς ἐχθροὺς κατείληφε ναυαγία. κῦμα δεδιδαγμένον γείρετο καὶ ῥοῦς κεκελευσμένος ἐγίνετο καὶ ποταμὸς ὑπὸ συνθήματος ῥεῖν προσετάττετο. ὠ μὴ μόνον ἀνδρῶν ἀλλὰ καὶ ποταμῶν ἐστρατηγηκότες.

(Ἐκ τῶν) Ἰαμβλίχου ἱστοριῶν Βαβυλωνιακῶν.

Δεσπότης δούλου κατηγορεῖ ἐπὶ μοιχείᾳ τῆς οἰκείας γαμετῆς ἐξηγησαμένης ὡς ὄναρ τούτῳ ἐν τῷ τῆς Ἀφροδίτης ἱερῷ ἐμίγη.

Ὅτι μὲν οὐδεὶς ἂν ἑκὼν ἐπὶ τοιαύτην δίκην ἔλθοι καὶ ταῦτα σοὶ μέλλων, βασιλεῦ, χρήσασθαι δικαστῇ ὃς οὐ μόνους τοὺς τῶν κρινομένων ἐξετάζεις βίους ἀλλὰ καὶ τοὺς τῶν κατηγορούντων τρόπους, οὐκ ἔστιν ὅστις οὐκ ἂν συνομολογήσειέ μοι. ἔστω δὲ καὶ τοῦτο τεκμήριον τοῦ τὴν κατηγορίαν εἶναι τὴν

γινομένην ἀληθῆ τὸ καὶ τὴν ὑπόθεσιν εἶναι τῷ μέλλοντι κατηγορεῖν ἀηδῆ· τὴν γὰρ τοιαύτην δίκην ἡ νικηθεῖσα μὲν ἀδικεῖ, ἀτυχεῖ δὲ ὁ νικήσας. παραιτοῦμαι δὲ συγγνώμην ἔχειν μοι οὐ κατηγορεῖν βεβουλευμένῳ ἀλλὰ σιγᾶν μὴ δυναμένῳ, οὐ μόνον ὅτι ἀφόρητόν ἐστιν ἀδίκημα μοιχεία, ἀλλὰ καὶ ὅτι τῷ κοινῷ τῆς αὐτῆς ὕβρεως ἴδιόν τι τὸ ταύτης πρόσεστιν. ὁ γὰρ μοιχὸς δοῦλός ἐστι καὶ τὴν ψυχὴν ταπεινὸς κἂν ταύτῃ καλὸς εἶναι δοκῇ, δοῦλος δὲ οὐδὲ ἄλλου τινὸς ἀλλʼ ἐμός· ἔδει δὲ καὶ ταύτης δοῦλον αὐτὸν ἀλλὰ μὴ δεσπότην εἶναι. ποιεῖ δὴ τὴν μοιχείαν περιττὴν καὶ μᾶλλον αἰσχρὰν ἄμφω συνελθόντα, ἡ τῆς μεμοιχευμένης δόξα καὶ ἡ τοῦ μοιχεύσαντος ἀδοξία. δέομαι δέ σου; βασιλεῦ, πρὸς ταῦτά μοι βοηθῆσαι ὑπὸ μὲν γυναικὸς ὑβρισμένῳ, ὑπὸ δὲ δούλου παρευδοκιμημένῳ, νεμεσῆσαι δὲ καὶ τούτοις ἐν μὲν τοῖς ἔργοις λαθεῖν δεδυνημένοις, ὑπὸ δὲ τῶν θεῶν μεμηνυμένοις. ἀπορῶ δέ, πότερον αἰτιάσομαι θατέρῳ σύμβουλον καὶ διδάσκαλον γεγονέναι τῶν ἁμαρτημάτων. οὗτος μὲν γὰρ μειράκιόν ἐστιν, ὁ δὲ τοιοῦτος πεισθῆναι μᾶλλον ἢ πεῖσαι πιθανὸς εἶναι δοκεῖ καὶ διέφθαρται μᾶλλον ἢ διέφθαρκεν· αὕτη δέ ἐστι γυνή, εὐεξαπάτητον δὲ εἶναι δοκεῖ γυνή· ὥστε τῶ μὲν τὸ τῆς ἡλικίας ἀσθενές, τῇ δὲ τὸ τῆς φύσεως τοιοῦτον συναγωνίζεται. συνελὼν οὖν λέγω· συναμφότεροι καλοί. δοῦλον οὖν τίς προετίμησεν ἀνδρός; ὡραῖος γάρ ἐστι καὶ καλὸς εἶναι, βασιλεῦ, κἀμοὶ δοκεῖ καὶ πολλάκις αὐτὸν ὁ μωρὸς πρὸς ταύτην ἐπῄνεσα ὡς εὖ μὲν τὸ πρόσωπον ἱστάντα, ὑγροῖς δὲ τοῖς ὄμμασιν ἐμβλέποντα, ἐπῄνεσα δὲ αὐτοῦ
πολλάκις καὶ χεῖρας ἄκρας ὡς λευκὰς καὶ κόμας ταύτας ὡς ξανθάς. καὶ ταῦτα ἄρα λέγων ἐδίδασκον ταύτην ἐρᾶν. οἶδας δὲ καὶ σύ, βασιλεῦ, ὡς ἐστι ταῦτα ἀληθῇ. οὐδὲ γὰρ κατέλιπεν αὐτὸν τὸ κάλλος οὐδὲ φοβούμενον, ἀλλʼ ἔλαμψε μὲν ὑπὸ τοῦ δέους ἡ παρειά, τὸ βλέμμα δὲ οὐκ ἀπήνθησεν οὐδὲ λυπουμένου· παρέστηκε δέ σοι δεδεμένος, ἀλλʼ ἐπέπρεψεν αὐτῷ καὶ τὰ δεσμά. φθόνος σοι καταρᾶται καὶ τῶν κακῶν ὁ κίνδυνός σε. κοσμεῖ πονηρὲ καὶ καλέ, — ὀκνῶ δέσποτα λέγειν, ὅτι σήμερον καὶ καλλίων ἐγένετο. οὐκ ἐλεεῖς με, βασιλεῦ; μοιχὸν ἀνὴρ ἐπαινῶ καὶ ταῦτα τῆς μεμοιχευμένης ἀκουούσης, φοβοῦμαι δὲ μὴ καὶ σήμερον τὸ κάλλος αὐτῷ βοηθήσῃ --- ἐπῄνουν αὐτὸν οὕτως, ὑπώπτευον δὲ αὐτοῦ τῶν ὀφθαλμῶν τὴν πλάνην καὶ τὰ πολλὰ κινήματα καὶ τὸ ἀποβλέπειν τῆς κύλικος ἔξω καὶ τοὺς ὅρους τῶν οἰνοχόων ὑπερβαίνειν. τηρήσας δὲ εἶδον ἀμφοτέρων αὐτῶν νεύματα, τὸ μὲν παρʼ αὐτοῦ πεμπόμενον, τὸ δὲ παρʼ ἐκείνης συναντῶν· πάντα δὲ ὁμοῦ παρῆν ἐπʼ αὐτούς, νεότης οἶνος κάλλος, προσῆν δὲ τούτοις ἐγὼ τῆς μοιχείας συναγωγεύς, ὁ τοῦ κάλλους ἑρμηνεύς. ᾤμην δὲ αὐτοὺς νουθετήσειν τὴν μὲν ἀνυπόδετον ἐκπέμψας, τὸν δὲ πατεῖσθαι καταβαλών. ὁ δέ, ὧς ἔοικεν, οὐκ ἠτιμάσθη πατούμενος, ἀλλʼ ἐπατήθη μᾶλλον ἐλεούμενος καὶ γυναικῶν ἐν ὕπνοις. --- ἡ μὲν φίλανδρος οἰκουρεῖ, ἡ δὲ φιλότεκνος δίνει, ἡ δὲ ἔριθος ἐργάζεται, ἡ δὲ ἐρῶσα μοιχεύει, ἡ δʼ ἐμίγη. ἕκαστος ἡμῶν τῶν ὀνείρων ἑαυτὸν ἀναμνησάτω, τί μὲν ὀνειροπολεῖ τὰ πολλά, τί δʼ ὁρᾷ. τοξότης τόξον,
ἱππότης ἵππον, βασιλεὺς θρόνον· αὕτη δὲ μοιχόν. ἑάλωκας, ὦ πανουργοτάτη γυναικῶν· εὕρηκά σε αὐτῶ τῷ μειρακίῳ παρακειμένην. τὰ γὰρ νυκτερινά σου φιλήματα τῶν μεθʼ ἡμέραν ἐστὶν ὑπομνήματα· ἃ ποιεῖς ἐγρηγορυῖα, ταῦτα καθεύδουσα μελετᾶς. ἐνύπνιον γὰρ ἀνθρωπίνης σπουδῆς εἴδωλόν ἐστιν. καὶ συγκατάκεισαι μὲν ἐμοί, σχολάζεις δὲ ἐκείνῳ, καὶ παρʼ ἐμοὶ μὲν τὸ σῶμα, παρʼ ἐκείνῳ δὲ ἡ ψυχή, κἀμοὶ μὲν καθεύδεις, ἐκείνῳ δὲ οὔ.

Τοῦ αὐτοῦ ερὶ προόδου τοῦ Βαβυλωνίων βασιλέως

Τὸ ἅρμα, ἐφʼ ᾧ φέρεται ὁ βασιλεύς, ἅπαν ἐλέφαντός ἐστιν εἰργασμένον ἐγγύτατα ἀπήνης Ἑλληνικῆς, αἱ δὲ ἡνίαι τῶν ἵππων εἰσὶ πορφυραῖ ταινίαι· ἐφέστηκε δὲ ὁ βασιλεὺς σκευὴν ἐσκευασμένος ἐξαίρετον ἐν ᾗ μήτε θηρᾷ μήτε δικάζει μήτε θύει ἀλλὰ πομπεύει μόνον. ἔστι δὲ ἁλουργὶς χρυσῆ· ἐξ ἴσου γὰρ ὁ χρυσὸς ὕφανται τῇ πορφύρᾳ. φέρει δὲ καὶ σκῆπτρον ἐλεφάντινον ᾧ τὴν χεῖρα τὴν δεξιὰν μετέωρον ἐρείδεται. ἡγοῦνται δʼ ἱππεῖς σκηπτοῦχοί τε καὶ σατράπαι καὶ ἱππάρχαι καὶ χιλιάρχαι οἷς τι μέτεστι τοῦ ἔργου, οἱ μὲν πεζοὶ ἀργυράσπιδες, ἔτι δὲ ἀργυροθώρακες καὶ χρυσοθώρακες, ψελίοις μὲν τὰς χεῖρας, στρεπτοῖς δὲ τοὺς τραχήλους κεκοσμημένοι· περὶ δὲ ταῖς κεφαλαῖς οὐ κράνη περιτίθενται ἀλλὰ ἐπάλξεων σημεῖα καὶ πύργων στεφανοῦντα τὴν κεφαλὴν καὶ σκέποντα. καὶ ταῦτα μὲν ἀργύρου καὶ

χρυσοῦ πεποιημένα· ἔστι δὲ ἄλλα καὶ λιθοκόλλητα τοῖς κρείττοσιν, ὀλίγοι δὲ καὶ στεφάνοις χρυσοῖς ἀναδέδενται οἷς ἂν ἐκ βασιλέως δοθῇ. οἱ δʼ ἐφʼ ἵππων ἐλαύνουσι Νισαίων, τῶν μὲν τὸν πολεμικὸν τρόπον ἐσκευασμένων προμετωπιδίοις τε καὶ στερνιδίοις καὶ παραπλευριδίοις· καὶ παραμηρίδια τοῖς ἱππεῦσι περίκειται· τῶν δὲ εἰς πομπὴν σκημένων χρυσοχαλίνων πάντων ὥσπερ εὐδαιμόνων γυναικῶν ζωστῆρές τε καὶ τελαμῶνες καὶ ἔφιππα οὐδὲν οὐδὲ τούτων ἐστὶν ὃ μὴ χρυσήλατόν ἐστιν ἢ χρυσόπαστον. τρίχες δὲ τῶν ἵππων οὖλαι διαπλέκονται καθάπερ πλόκαμοι γυναικῶν καὶ διαδοῦνται καὶ περισφίγγονται πορφυραῖς τε καὶ ποικίλαις ζώναις, αἱ δὲ ἐν ταῖς ἱππολοφίαις ἔνθεν τε καὶ ἔνθεν αἰωροῦνται καὶ καθίενται κατὰ τῶν αὐχένων, αἱ μὲν ἁπαλαί, αἱ δὲ ὀρθαί, αἱ δὲ οὖλαι, αἱ μὲν φύσει πεφυκυῖαι, αἱ δὲ διὰ τέχνης ναγκασμέναι. πλάττουσι δὲ αὐτῶν καὶ βαδίσματα καὶ βλέμματα καὶ νεύματα καὶ φρονήματα, ἐνίων δὲ καὶ τὰ φρυάγματα καὶ χρεμετίσματα. πομπευτὴς γὰρ ἵππος πάντα διδάσκεται. πρῶτον μὲν γὰρ αὐτὸς ἐκτείνας εἰς τὸ ἔδαφος τοὺς πόδας καὶ χαμαιπετὴς γενόμενος ἀναβάτην λαμβάνει καὶ τρυφῶντα καὶ κάμνοντα, ὁ δὲ ἐπὶ τὸ σοβαρώτερον πεπαιδευμένος οὐκ εἰς γαστέρα καθίεται ἀλλʼ εἰς γόνατα πίπτει, ἵνα δοκῇ τὸν ἱππέα δέχεσθαι καὶ προσκυνεῖν· ἔπειτα παρέχει ὑγρὰν τὴν ῥάχιν καὶ κραδαινομένην ἐν τῷ δρόμῳ δίκην ἑρπετοῦ, διδάσκει δὲ καὶ ῥυθμίζειν ἑαυτὸν καὶ σχηματίζειν καὶ ταῖς ῥισὶν ἐμπνεῖν καὶ τοῖς ὀφθαλμοῖς ἐμβλέπειν καὶ
ὑψαυχενεῖν καὶ σοβεῖν καὶ γαυριᾶν καὶ πάντα ὅσα καὶ ἀθλητὴς ἐπιδείκνυσι τῷ θεάτρῳ. ἐκ δὲ τούτων ὁ μὲν ἵππος εὐειδέστερος φαίνεται, ὁ δὲ ἱππεὺς σοβαρώτερος γίνεται.

Τοῦ αὐτοῦ.

Θανάτου καταφρονήσας ἄνθρωπος δεσπότην οὐκ ἔχει.

Τὰ ἐνύπνια ὑπὸ μὲν τοῦ δαιμονίου πέμπεται, ὑπὸ δὲ τῆς ἑκάστου ψυχῆς τῶν ὁρώντων πλάττεται· καὶ τῆς μὲν φύσεως αὐτῶν ὁ θεός ἐστι χορηγός, τῆς δὲ ἰδέας ἡμεῖς αὐτοὶ δημιουργοί.

Φιλαίτιοι τὰς φύσεις εἰσὶν οἱ βάρβαροι καὶ πρόχειροι τὰς ὁρμάς, ὀλίγα μὲν χρώμενοι τοῖς λογισμοῖς, τὰ πολλὰ δὲ τοῖς πάθεσιν εἴκοντες.

Ὅταν ὁ ἔρως ζηλοτυπίαν προσλάβῃ, τύραννος ἐκ βασιλέως γίνεται.

Ὀξεῖς οἱ τῶν ἐρώντων λογισμοὶ καὶ πρόχειροι ὑποπτεῦσοι, δεινοὶ δὲ εἰκάσαι, ἔνθεοι δὲ μαντεύσασθαι.

Πάντας μὲν ἀνθρώπους ἐξίστησιν ἔρως, εὐνούχους δὲ ποιεῖ φονικωτέρους ὥσπερ οἶνος Σκύθας· φονᾷ γὰρ Σκύθης μὲν πιών, εὐνοῦχος δὲ ἐρῶν.