Fragmenta

Hippias of Elis

Hippias of Elis. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.

1.PAUS. v 25, 4[Untergang des messenischen Knabenchors auf der Fahrt nach Rhegion] τότε δὲ ἐπὶ τῆι ἀπωλείαι τῶν παίδων οἱ Μεσσήνιοι πένθος ἦγον, καὶ ἄλλα τέ σφισιν ἐς τιμὴν αὐτῶν ἐξευρέθη καὶ εἰκόνας ἐς Ὀλυμπίαν ἀνέθεσαν χαλκᾶς, σὺν δὲ αὐτοῖς τὸν διδάσκαλον τοῦ χοροῦ καὶ τὸν αὐλητήν. τὸ μὲν δὴ ἐπίγραμμα ἐδήλου τὸ ἀρχαῖον ἀναθήματα εἶναι τῶν ἐν πορθμῶι Μεσσηνίων· χρόνωι δὲ ὕστερον Ἱ. ὁ λεγόμενος ὑπὸ Ἑλλήνων γενέσθαι σοφὸς τὰ ἐλεγεῖα ἐπ’ αὐτοῖς ἐποίησεν· ἔργα δέ εἰσιν Ἠλείου Κάλωνος αἱ εἰκόνες.

2.[3 Müller FHG II p. 61]SCHOL. APOLL. III 1179 [hinter 67 B 1] Ἱ. δὲ ὁ Ἠλεῖος ἐν Ἐθνῶν ὀνομασίαις ἔθνος τι καλεῖσθαι Σπαρτούς.

3.[2]PLUT. Num. 1 τοὺς μὲν οὐν χρόνους ἐξακριβῶσαι χαλεπόν ἐστι καὶ μάλιστα τοὺς ἐκ τῶν Ὀλυμπιονικῶν ἀναγομένους, ὧν τὴν ἀναγραφὴν ὀψέ φασιν Ἱππίαν ἐκδοῦναι τὸν Ἠλεῖον ἀπ’ οὐδενὸς ὁρμώμενον ἀναγκαίου πρὸς πίστιν.

4.[1]ATHEN. XIII 608 F ἐπὶ κάλλει δὲ . . . διαβόητοι γεγόνασι γυναῖκες Θαργηλία ἡ Μιλησία, ἥτις καὶ τεσσαρεσκαίδεκα ἀνδράσιν ἐγαμήθη οὖσα καὶ τὸ εἶδος πάνυ καλὴ καὶ σοφή, ὥς φησιν Ἱ. ὁ σοφιστὴς ἐν τῶι ἐπιγραφομένωι Συναγωγή. HESYCH. Θαργηλία· ἔστιν ἡ Θαργηλία Μιλησία μὲν τὸ γένος, εὐπρεπὴς δὲ τὴν ὄψιν καὶ τἆλλα σοφή, ὥστε στρατηγεῖν πόλεις καὶ δυνάστας. διὸ καὶ πλείστοις ἐγήματο τῶν διασημοτάτων.

5.PLAT. Hipp. mai. p. 286 A [A 9].Vgl. A 1 S. 282, 17.

6.[6]CLEM. Strom. VI 15 (II 434, 19 St.) φέρε ἄντικρυς μαρτυροῦντα ἡμῖν Ἱππίαν τὸν σοφιστὴν τὸν Ἠλεῖον, ὃς τὸν αὐτὸν περὶ τοῦ προκειμένου μοι σκέμματος ἧκεν λόγον, παραστησώμεθα ὧδέ πως λέγοντα· τούτων ἴσως εἴρηται τὰ μὲν Ὀρφεῖ, τὰ δὲ Μουσαίωι κατὰ βραχὺ ἄλλωι ἀλλαχοῦ, τὰ δὲ Ἡσιόδωι τὰ δὲ Ὁμήρωι, τὰ δὲ τοῖς ἄλλοις τῶν ποιητῶν, τὰ δὲ ἐν συγγραφαῖς τὰ μὲν Ἕλλησι τὰ δὲ βαρβάροις. ἐγὼ δὲ ἐκ πάντων τούτων τὰ μέγιστα καὶ ὁμόφυλα συνθεὶς τοῦτον καινὸν καὶ πολυειδῆ τὸν λόγον ποιήσομαι.

7.[10]DIOG. I 24 über Thales’ Panpsychismus 1 A 1 (I 2, 1).

8.[4]EUSTATH. z. DIONYS Per. 270 Ἱ. ἀπὸ Ἀσίας καὶ Εὐρώπης τῶν Ὠκεανίδων τὰς Ἠπείρους [näml. Asien und Europa] καλεῖ.

9.[7]HYPOTH. SOPH. Oed. R. v [Schol. II 12, 11 Dind.] ἴδιον δέ τι πεπόνθασιν οἱ μεθ’ Ὅμηρον ποιηταὶ τοὺς πρὸ τῶν Τρωικῶν βασιλεῖς τυράννους προσαγορεύοντες ὀψέ ποτε τοῦδε τοῦ ὀνόματος εἰς τοὺς Ἕλληνας διαδοθέντος, κατὰ τοὺς Ἀρχιλόχου χρόνους, καθάπερ Ἱ. ὁ σοφιστής φησιν. Ὅμηρος γοῦν τὸν πάντων παρανομώτατον Ἔχετον βασιλέα φησὶ καὶ οὐ τύραννον εἰς Ἔχετον βασιλῆα βροτῶν δηλήμονα [σ 84].

10.[15]PHRYNICH. ecl. 312 Lob. παραθήκην Ἱππίαν καὶ Ἴωνά τινα συγγραφέα φασὶν εἰρηκέναι· ἡμεῖς δὲ τοῦτο παρακαταθήκην ἐροῦμεν, ὡς Πλάτων καὶ Θουκυδίδης καὶ Δημοσθένης.

11.[9]PLUT. Lyc. 23 αὐτὸν δὲ τὸν Λυκοῦργον Ἱ. μὲν ὁ σοφιστὴς πολεμικώτατόν φησι γενέσθαι καὶ πολλῶν ἔμπειρον στρατηγιῶν.

12.[0]PROCL. in Eucl. p. 65, 11 Friedl. [s. oben I 28, 38] μετὰ δὲ τοῦτον [Thales] Μάμερκος ὁ Στησιχόρου τοῦ ποιητοῦ ἀδελφὸς ὡς ἐφαψάμενος τῆς περὶ γεωμετρίας σπουδῆς μνημονεύεται καὶ Ἱ. ὁ Ἠλεῖος ἱστόρησεν ὡς ἐπὶ γεωμετρίαι δόξαν αὐτοῦ λαβόντος.

13.[11]SCHOL. ARAT. 172 p. 369, 27 Maass. nach 67 B 18] Ἱ. δὲ καὶ φερεκύδης [FHG I 86 fr. 52] ἑπτά [näml. Ὑάδας εἶναι].

14.[12]SCHOL. PIND. Pyth. 4, 288, ταύτην [Phrixos’ Stiefmutter] δὲ ὁ μὲν Πίνδαρος ἐν Ὕμνοις [fr. 49 Schr.] Δημοδίκην φησίν, Ἱ. δὲ Γοργῶπιν.

15.[5]— Nem. 7, 53 τρίτην δὲ [Ephyra] περὶ Ἦλιν, ἧς Ἱ. μνημονεύει.

16.[13]STOB. III 38, 32 Πλουτάρχου ἐκ τοῦ 〈Περὶ τοῦ〉 διαβάλλειν. Ἱ. λέγει δύο εἶναι φθόνους· τὸν μὲν δίκαιον, ὅταν τις τοῖς κακοῖς φθονῆι τιμωμένοις, τὸν δὲ ἄδικον, ὅταν τοῖς ἀγαθοῖς. καὶ διπλᾶ τῶν ἄλλων οἱ φθονεροὶ κακοῦνται· οὐ γὰρ μόνον τοῖς ἰδίοις κακοῖς ἄχθονται ὥσπερ ἐκεῖνοι, ἀλλὰ καὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς.’

17.[14]— — 42, 10 Πλουτάρχου ἐκ τοῦ 〈Περὶ τοῦ〉 διαβάλλειν. Ἱ. φησίν, ὅτι δεινόν ἐστιν ἡ διαβολία, οὕτως ὀνομάζων, ὅτι οὐδὲ τιμωρία τις κατ’ αὐτῶν γέγραπται ἐν τοῖς νόμοις ὥσπερ τῶν κλεπτῶν· καίτοι ἄριστον ὂν κτῆμα τὴν φιλίαν κλέπτουσιν, ὥστε ἡ ὕβρις κακοῦργος οὖσα δικαιοτέρα ἐστὶ τῆς διαβολῆς διὰ τὸ μὴ ἀφανὴς εἶναι.

18.[8]VIT. HOMERI Matrit. p. 31, 1 Westerm. Ἱ. δ’ αὖ καὶ Ἔφορος Κυμαῖον [Homer].

19.PAPYR. PETROPOL. n. 13, col. 2, 11 [ed. Jernstedt Journ. des Unterrichtsmin. russ.) 1901 Oktob. p. 151] ΙΠΠΙΟΥ; Titel nicht erhalten.

20.ARIST. poet. 25. 1461ᵃ 21 κατὰ δὲ προσωιδίαν [näml. ὁρῶντα δεῖ διαλύειν] ὥσπερ Ἱ. ἔλυεν ὁ Θάσιος τὸ δίδομεν δέ οἱ’ καὶ τὸ μὲν οὗ καταπύθεται ὄμβρωι’. soph. el. 4. 166ᵇ 1 παρὰ δὲ τὴν προσωιδίαν ἐν μὲν τοῖς ἄνευ γραφῆς διαλεκτικοῖς οὐ ῥάιδιον ποιῆσαι λόγον, ἐν δὲ τοῖς γεγραμμένοις καὶ ποιήμασι μᾶλλον, οἶον καὶ τὸν Ὅμηρον ἔνιοι διορθοῦνται πρὸς τοὺς ἐλέγχοντας ὡς ἀτόπως εἰρηκότα τὸ

μὲν οὐ καταπύθεται ὄμβρωι [Ψ 328]. λύουσι γὰρ αὐτὸ τῆι προσωιδίαι λέγοντες τὸ ο̄ῡ ὀξύτερον· καὶ τὸ περὶ τὸ ἐνύπνιον τοῦ Ἀγαμέμνονος, ὅτι οὐκ αὐτὸς ὁ Ζεὺς εἶπεν δίδομεν δέ οἱ εὖχος ἀρέσθαι’ [Β 15], ἀλλὰ τῶι ἐνυπνίωι ἐνετέλλετο διδόναι.