In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Τῶν δὲ μεταξὺ τοῦ φθινοπωρινοῦ ἰσημερινοῦ σημείου καὶ τοῦ χειμερινοῦ τροπικοῦ ἓξ ὡριαίων διαστημάτων τὸ μὲν πρῶτον ὡριαῖον 〈διάστημα〉 ἐπὶ τοῦ περὶ μέσας τὰς Χηλὰς κύκλου ἀφορίζει ὡς ἔγγιστα τοῦ τε Βοώτου ὁ ἀριστερὸς ὦμος καὶ 〈τῶν Χηλῶν〉 ὁ ἐν ἄκρᾳ τῇ νοτίᾳ χηλῇ λαμπρὸς ἀστήρ, ὁ μὲν ὦμος ἀδιαφόρως πλεῖον ὑπολειπόμενος, ἡ δὲ χηλὴ ὡς λ΄ μέρος 〈ὥρας〉 προηγουμένη τοῦ εἰρημένου διὰ τῶν πόλων κύκλου.

Τὸ δὲ δεύτερον ὡριαῖον διάστημα ἀφορίζει περὶ τὴν ἀρχὴν τοῦ Σκορπίου [τοῦ τε Ὀφιούχου] ὁ βορειό- τερος τῶν [ἐν τῇ δεξιᾷ χειρὶ] δύο ἀστέρων λαμπρῶν, οἳ κεῖνται ἐν τῷ σώματι τοῦ Ὄφεως [μετὰ τὸ δεξιὸν γόνυ τοῦ Ὀφιούχου]· τοῦ δὲ Στεφάνου ὁ προηγού- μενος τοῦ λαμπροῦ ὡς λ΄ μέρος ὥρας ὑπολείπεται τοῦ διὰ τῶν πόλων κύκλου, ὁμοίως δὲ καὶ ὁ μέσος τῶν ἐν τῷ μετώπῳ τοῦ Σκορπίου τριῶν λαμπρῶν ἀστέρων.

Τὴν δὲ τρίτην ὥραν ἀφορίζει περὶ τὸ μέσον τοῦ Σκορπίου τοῦ Ἐνγόνασιν ὁ ἐπὶ τοῦ δεξιοῦ ὤμου κείμενος ἀστὴρ καὶ ὁ ἐν μέσῃ τῇ δεξιᾷ κνήμῃ αὐτοῦ, ὡς λ΄ μέρος ὥρας πρὸς ἀνατολὰς παραλλάσσων.

Τὴν δὲ τετάρτην ὥραν ἀφορίζει περὶ τὴν ἀρχὴν τοῦ Τοξότου τοῦ τε Ἐνγόνασιν ὁ ἐν τῷ ἀριστερῷ μηρῷ λαμπρός, καὶ τῆς Μικρᾶς Ἄρκτου οἱ λαμπρότατοι καὶ ἡγούμενοι τῶν ἐν τῷ πλινθίῳ τεσσάρων, καὶ τοῦ Ὀφιούχου τῶν ἐν τῷ δεξιῷ ὤμῳ ὁ βορειότερος.

[*](3. πρῶτον] ᾱ° P1P2 α΄ B edd. (Ur. quoque abhinc ita.) 7. λ΄*] τριακ. vulg. ‖ 13. καὶ ἐν AL2. | τὸ ante δεξ. om. edd. 23. ὥραν L2, om. cett. | ἀφορίζει περὶ τὴν om. A, ἀφορίζει-)
276

Τὴν δὲ πέμπτην ὥραν ἀφορίζει περὶ μέσον τὸν Τοξότην τοῦ Τοξότου ὁ ἑπόμενος τῶν ἐν τῇ κεφαλῇ τριῶν, ὡς λ΄ μέρος ὥρας πρὸς ἀνατολὰς παραλλάσσων.

Τὴν δὲ ἕκτην ὥραν ἀφορίζει ἐπὶ τοῦ διὰ τῶν τροπικῶν σημείων κύκλου ὡς ἔγγιστα τῶν ἐν τῷ 〈σώματι τοῦ Ἀετοῦ〉 τριῶν λαμπρῶν ὁ βορειότερος, ὡς κ΄ μέρος μιᾶς ὥρας ὑπολειπόμενος τοῦ κύκλου.

Τῶν δὲ μεταξὺ τοῦ χειμερινοῦ τροπικοῦ σημείου καὶ τοῦ ἐαρινοῦ 〈ἰσημερινοῦ〉 ἓξ ὡριαίων διαστημάτων τὸ μὲν πρῶτον ὡριαῖον διάστημα 〈ἐπὶ τοῦ περὶ μέσον τὸν Αἰγόκερω κύκλου〉 ἀφορίζει τοῦ Δελφῖνος ὁ βορειό- τερος τῶν ἡγουμένων ἐν τῷ ῥόμβῳ, καὶ τοῦ Αἰγόκερω ὁ ἡγούμενος τῶν ἐν τῷ νώτῳ.

Τὸ δὲ δεύτερον ὡριαῖον διάστημα ἀφορίζει περὶ τὴν ἀρχὴν τοῦ Ὑδροχόου ὁ ἐν τῷ στόματι τοῦ Ἵπου λαμπρὸς ἀστήρ, καὶ τοῦ Κηφέως ὁ νοτιώτερος τῶν προηγουμένων τοῦ δεξιοῦ ὤμου.

Τὸ δὲ τρίτον ὡριαῖον διάστημα ἀφορίζει περὶ μέσον τὸν Ὑδροχόον ὁ μέσος τῶν ἐν τῇ κεφαλῇ τοῦ Κηφέως τριῶν ἀστέρων ἐπʼ εὐθείας κειμένων, καὶ τοῦ Ἵππου τῶν ἐν τῷ τραχήλῳ δύο ἀστέρων ὁ βορειότερος, ὡς λ΄ μέρος ὥρας προηγούμενος τοῦ διὰ τῶν πόλων κύκλου.

Τὸ δὲ τέταρτον ὡριαῖον διάστημα ἀφορίζει περὶ τὴν ἀρχὴν τῶν Ἰχθύων τῆς Ἀνδρομέδας τῶν ἐν τῇ [*](1. πέμπτην Vat., εʹ cett. (ε P1P2L2). | περὶ μέσον τοῦ τοξότου B edd. ‖ 2. τοῦ τε τοξότου B edd. ‖ 4. ἕκτην] ϛ΄ L2B edd. ‖ 5. σημεῖον LMV. | τῶν ἐν τῷ τριῶν λαμπρῶν A sine lacuna, L2 cum lac. octo fere litt. post τῷ, τῶν γ΄ λαμ- πρῶν B (P3 cum lacuna decem fere litt. post τῶν) ed. pr.: τῶν ἐν τῷ γ΄ λαμπρῶν Ur.: ἐν τῇ κεφ τοῦ αἰγόκ explevit Scal. ‖ 10. διάστημα om. A. ‖ 12. αἰγοκέρωτος B edd. ‖ 13 τῶν ἐν])

278
δεξιᾷ χειρὶ ἀστέρων ὁ νοτιώτατος, ὡς κ΄ μέρος ὥρας ὑπολειπόμενος τοῦ διὰ τῶν πόλων κύκλου.

Τὸ δὲ πέμπτον ὡριαῖον διάστημα περὶ μέσους τοὺς Ἰχθύας ἀφορίζει τῆς Κασσιεπείας ὁ ἐν μέσῳ τῷ σώματι καὶ τρίτος ἀπὸ τῆς κεφαλῆς ἀριθμούμενος.

Τὸ δὲ ἕκτον ὡριαῖον διάστημα ἀφορίζει ἐπʼ αὐτοῦ ἔγγιστα τοῦ διὰ τῶν ἰσημερινῶν σημείων καὶ 〈διὰ〉 τῶν πόλων γραφομένου κύκλου [οὐκέτι] ὁ ἐπὶ τῆς κορυφῆς κείμενος 〈τοῦ Τριγώνου〉 τοῦ ὑπὲρ τὸν Κριὸν κειμένου, ὅ τε ἡγούμενος τῶν ἐν τῇ κεφαλῇ τοῦ Κριοῦ τριῶν λαμπρῶν, ὡς κ΄ μέρος ὥρας ὑπολειπόμενος τοῦ κύκλου.

Τῶν δὲ μεταξὺ τοῦ 〈ἐαρινοῦ〉 ἰσημερινοῦ καὶ τοῦ θερινοῦ 〈τροπικοῦ〉 σημείου ἓξ ὡριαίων διαστημάτων τὸ μὲν πρῶτον 〈ὡριαῖον〉 διάστημα 〈ἐπὶ τοῦ περὶ μέσον τὸν Κριὸν κύκλου〉 ἀφορίζει ὁ λαμπρότατος τῶν ἐν τῷ γοργονίῳ, ὃ ἔχει ὁ Περσεὺς ἐν τῇ ἀριστερᾷ χειρί.

Τὸ δὲ δεύτερον ὡριαῖον διάστημα ἀφορίζει περὶ τὴν ἀρχὴν τοῦ Ταύρου τοῦ Περσέως τῶν περὶ τὸ δεξιὸν γόνυ πέντε ἀστέρων ὁ ἑπόμενος τῶν ἐπʼ εὐθείας τριῶν.

Τὸ δὲ τρίτον ὡριαῖον διάστημα ἀφορίζει περὶ μέσον τὸν Ταῦρον τῶν ἐν τῇ δορᾷ, ἣν ἔχει ὁ Ὠρίων ἐν τῇ ἀριστερᾷ χειρί, ὁ τέταρτος καὶ ὁ ἕβδομος, καὶ τοῦ Ταύρου ὁ ἐν μέσοις τοῖς κέρασιν ἐκφανής, ἰσό- πλευρον ἔγγιστα τρίγωνον ποιῶν μετὰ τῶν ἐν ἄκροις τοῖς κέρασι λαμπρῶν.

[*](5. καὶ om. L2. ‖ 6. Τὸ δὲ ἕκτον ὡρ διάστ.] τὴν δὲ ἕκτην ὥραν AL2 (ϛ΄). | ἐπʼ αὐτοῦ*] ἀπʼ αὐτοῦ AL2 Ur., ἀπὸ τοῦ B ed. pr. ‖ 8. κύκλου om. A. | οὐκέτι ὁ ἐπὶ L2, ὁ ἐπὶ om. cett. (οὐκ ἔτι B edd.) | pro οὐκ ἔτι coni. ὁ ἐπὶ Scal. et Pet. ‖ 9. κει- μένης B ed. pr. ‖ 10 ὅ τε corr. Scal. et Pet., ὁ δὲ vulg. || 11. ὡς] ὃς B edd. | ὑπολειπόμενος τοῦ κύκλου L2, ὑπολείπεται)
280