In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Τοῦ δὲ Ὄρνιθος δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ [τοῦ] Ὑδροχόου μοίρας ε΄ μέσης ἕως Ἰχθύων μοίρας ιδ΄· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ μοίρας δ΄ καὶ κ΄ μέσης ἕως Διδύμων ιβ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν τῷ ῥύγχει, ἔσχατος δὲ ὁ βορειότερος τῶν ἐν ἄκρᾳ τῇ δεξιᾷ πτέρυγι.

Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων πρῶτοι μὲν τοῦ Περσέως ὁ ἐν τῷ δεξιῷ μηρῷ λαμπρός, καὶ τοῦ Κριοῦ ὁ ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ, ἔσχατοι δὲ τῶν Διδύμων ὅ τε τρίτος ἀπὸ δύσεως τῶν ἐν τοῖς ποσὶ καὶ ὁ ἡγούμενος τῶν ἐν τοῖς γόνασι τριῶν, προηγού- μενοι τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον.

Δύνει δὲ ὁ Ὄρνις ἐν ὥραις τρισὶ καὶ ἕκτῳ μέρει.

Τοῦ δὲ Κηφέως δύνει τὰ περὶ τὴν κεφαλὴν μέρη μόνον. καὶ συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Κριοῦ μοίρας η΄ μέσης ἕως Κριοῦ ιδ΄· μεσουρα- νεῖ δὲ ἀπὸ Καρκίνου μοίρας θ΄ ἕως Καρκίνου μοί- ρας ιδ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει 〈ὁ νοτιώτερος [*](1. πλῃάδος abhinc etiam Ur. || 2. ἀριστεροῦ*] δεξιοῦ vulg. || 3. ὑπολείμενος A. || 6. ὑπολειπ.*] ἀπολειπ. vulg. || 8. τῇ *] τῷ vulg. || 17. μεσουρανεῖ A. || 19. ἔσχατος A. || 21. προηγούμενος A Ur. ||)

208
τῶν ἐν τῇ κεφαλῇ τριῶν, ἔσχατος δὲ ὁ βορειότερος αὐτῶν〉.

Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων πρῶτοι μὲν τοῦ τε Καρκίνου ὁ νοτιώτερος τῶν ἀπʼ ἀνατολῆς περὶ τὸ Νεφέλιον κειμένων, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, καὶ τῆς Ἀργοῦς ὁ ἐν τῷ ἀκροστολίῳ λαμπρός, ἔσχατοι δὲ τῆς τε Ἄρκτου ὁ ἐν τοῖς ἐμπρο- σθίοις γόνασι λαμπρός, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Καρκίνου ὁ μέσος τῶν τριῶν τῶν περὶ τὴν νοτίαν χηλήν, καὶ τοῦ Ὕδρου ὁ ἐπὶ τῆς ἐκφύσεως τοῦ τραχήλου, καὶ τῆς Ἀργοῦς ὁ ἐν μέσῳ τῷ τοίχῳ λαμπρός, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ.

〈Δύνει δὲ ὁ Κηφεὺς ἐν τρίτῳ μέρει ὥρας.〉

Τῆς δὲ Κασσιεπείας δυνούσης συγκαταδύνει μὲν αὐτῇ ὁ ζῳδιακὸς ἀπὸ Κριοῦ μοίρας α΄ καὶ κ΄ ἕως Ταύρου δ΄ καὶ κ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Καρκίνου μοίρας δ΄ καὶ κ΄ μέσης ἕως Παρθένου ε΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν τῇ κεφαλῇ, ἔσχατος δὲ ὁ ἐν τοῖς ποσί.

Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων πρῶτοι μὲν τοῦ Λέοντος ὅ τε ἐμπρόσθιος ποὺς καὶ τῶν ἐν τῇ κεφαλῇ ὁ βορειότερος τῶν ἑπομένων, καὶ τοῦ Ὕδρου ὁ λαμπρότατος, ἔσχατοι δὲ τοῦ τε Δράκοντος ὁ δεύτερος τῶν ἀπὸ τῆς οὐρᾶς λαμπρῶν, καὶ τοῦ Κόρακος ὅ τε ἐν τῷ ῥύγχει καὶ ὁ ἐν τῇ κεφαλῇ.

Δύνει δὲ ἡ Κασσιέπεια ἐν ὥραις δυσὶ καὶ δυσὶ μέρεσιν ὥρας.

Τῆς δὲ Ἀνδρομέδας δυνούσης συγκαταδύνει μὲν αὐτῇ ὁ ζῳδιακὸς ἀπὸ Ἰχθύων β΄ καὶ κ΄ μοίρας μέσης ἕως Κριοῦ η΄ καὶ κ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Διδύμων α΄ καὶ κ΄ μέσης ἕως Λέοντος β΄. καὶ πρῶτος μὲν

210
ἀστὴρ δύνει ὁ ἐν τῇ κεφαλῇ, ἔσχατος δὲ ὁ βορειότερος τῶν ἐν τῷ δεξιῷ ποδί.

Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν ἀρχῇ μὲν ὅ τε ἐν τῷ ῥύγχει τῆς Μεγάλης Ἄρκτου, καὶ ὁ ἐν τῇ κεφαλῇ τοῦ ἡγουμένου Διδύμου, καὶ τοῦ Κυνὸς ὁ βορειότατος τῶν ἐν τῇ κεφαλῇ· ἔσχατον δὲ μεσουρα- νοῦσι τοῦ τε Δράκοντος ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, καὶ ὁ μέσος τῶν ἐν τῷ τραχήλῳ τοῦ Λέοντος τριῶν ἐπ᾿ εὐθείας, καὶ τοῦ Ὕδρου ὁ τρίτος τῶν μετὰ τὸν λαμπρὸν πρὸς ἀνατολὰς τεσσάρων.

Δύνει δὲ ἡ Ἀνδρομέδα ἐν ὥραις τρισὶν ὡς ἔγγιστα.

Τοῦ δὲ Ἵππου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ὑδροχόου μοίρας ιγ΄ μέσης ἕως Ἰχθύων μοίρας ιγ΄· μεσουρανεῖ δὲ ἀπὸ Ταύρου δ΄ μέσης ἕως Διδύμων ια΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν τῷ στόματι αὐτοῦ λαμπρός, ἔσχατος δὲ ὁ ἐπὶ τῆς ὀσφύος λαμπρός.

Μεσουρανοῦσι δὲ τῶν ἄλλων 〈ἀστέρων〉 πρῶτοι μὲν ὅ τε βορειότερος τῶν μεταξὺ τοῦ ὀξέος τῆς Πλειάδος καὶ τῶν Ὑάδων τῶν ἐν τῷ ἀριστερῷ μετώπῳ 〈τοῦ Ταύρου〉, καὶ τοῦ Ταύρου ὁ ἐν τῇ ὠμοπλάτῃ, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ· ἔσχατοι δὲ μεσου- ρανοῦσι τῶν Διδύμων ὅ τε τρίτος ἀπὸ δύσεως ποὺς καὶ ὁ ἡγούμενος τῶν ἐν τοῖς γόνασι τριῶν.

Δύνει δὲ ὁ Ἵππος ἐν ὥραις δυσὶ καὶ ἡμιωρίῳ.

Τοῦ δὲ Ὀϊστοῦ δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Αἰγόκερω μοίρας ζ΄ καὶ κ΄ μέσης ἕως Ὑδροχόου μοίρας β΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ μοίρας ιδ΄ ἕως Κριοῦ μοίρας κ΄ μέσης. καὶ πρῶτοι [*](6. ἔσχατοι M. || 8. τοῦ Λέοντος*] αὐτοῦ vulg. || 9. Ὕδρου corr. Scal., ταύρου vulg. || 10. ὡς πρὸς ἀν. A. || 13. ἀπὸ⌋ ὑπὸ A. ||)

212
μὲν ἀστέρες δύνουσιν οἱ ἐν τῇ γλυφίδι, ἔσχατος δὲ ὁ ἐν τῇ ἀκίδι.

Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων πρῶτοι μὲν τοῦ Περσέως ὁ ἐν τῷ δεξιῷ ὤμῳ, καὶ τοῦ Κριοῦ ὁ βορειότερος τῶν ὑπὲρ τὴν οὐρὰν τριῶν ἐπʼ εὐθείας ἀκατονομάστων, καὶ ὁ ἐν τῷ νώτῳ αὐτοῦ, προηγού- μενος τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον, καὶ τοῦ Κήτους ὁ ἡγούμενος τῶν ἐν τῇ νοτίᾳ σιαγόνι τριῶν λαμπρῶν· ἔσχατοι δὲ μεσουρανοῦσι τοῦ Περσέως ὁ ἐν μέσῳ τῷ σώματι λαμπρός, μικρὸν προηγούμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Κήτους ὁ ἑπόμενος τῶν ἐν τῇ νοτίᾳ σιαγόνι, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ.

Δύνει δὲ ὁ Ὀϊστὸς ἐν τρίτῳ μέρει ὥρας.

Τοῦ δὲ Ἀετοῦ δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Αἰγόκερω μοίρας ιζ΄ μέσης ἕως Αἰγόκερω γ΄ καὶ κ΄· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ μοίρας β΄ ἕως Κριοῦ μοίρας η΄. καὶ πρῶτοι μὲν ἀστέρες δύνουσιν οἱ ἐν ταῖς πτέρυξι δύο μικροί, ἔσχατος δὲ ὁ βορειό- τερος τῶν ἐν τῷ σώματι τριῶν λαμπρῶν.

Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν τῆς Ἀνδρομέδας ὁ ἐν τῷ ἀριστερῷ ποδί, καὶ τοῦ Κριοῦ ὁ μέσος τῶν ἐν τῇ κεφαλῇ, καὶ τοῦ Κήτους ὁ νοτιώτερος τῶν ἑπομένων ἐν τῷ τετραπλεύρῳ, ἔσχατος δὲ τοῦ Τριγώνου ὁ ἑπόμενος τῶν ἐν τῇ βάσει, προ- ηγούμενος 〈τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον, καὶ τοῦ Κήτους ὁ προηγούμενος〉 τῶν ἐν τῇ βορείᾳ σιαγόνι.

Δύνει δὲ ὁ Ἀετὸς ἐν τρίτῳ μέρει ὥρας.

[*](4. Κριοῦ] ἄκρου B. || 6. νότῳ A. || 9. ἐν τῷ μέσῳ τοῦ σώ- ματος B edd. || 12 ὑπολείμενος Vat. P1. || 14. δʼ ἀετοῦ A. | αἰετοῦ L, ᾀετοῦ ed. pr. hic et infra ᾀετός. || 17. μοίρας om. A. ||)
214

Τοῦ δὲ Δελφῖνος δύνοντος συγκαταδύνει μὲν ὁ ζῳδιακὸς ἀπὸ [τοῦ] Ὑδροχόου μοίρας β΄ ἕως Ὑδροχόου μοίρας η΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ κ΄ μέσης ἕως Κριοῦ θ΄ καὶ κ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἡγούμενος τῶν ἐν τῇ οὐρᾷ, ἔσχατος δὲ ὁ βορειότερος τῶν ἐν τῇ ἑπομένῃ πλευρᾷ τοῦ ῥόμβου.

Μεσουρανοῦσι δὲ τῶν λοιπῶν ἀστέρων πρῶτοι μὲν ὅ τε ἐν μέσῳ τῷ σώματι τοῦ Περσέως λαμπρός, μικρὸν προηγούμενος τοῦ μεσημβρινοῦ, καὶ ὁ ἑπόμενος τῶν ἐν τῇ νοτίᾳ σιαγόνι τοῦ Κήτους, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, ἔσχατοι δὲ ὁ ἐν τῷ ἀριστερῷ γόνατι τοῦ Περσέως, καὶ τῆς Πλειάδος τὸ βορειότερον μέρος τῆς ἡγουμένης πλευρᾶς.

Δύνει δὲ ὁ Δελφὶς ἐν ἡμιωρίῳ.

Τοῦ δὲ Περσέως δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ταύρου μοίρας β΄ ἕως Ταύρου μοίρας θ΄ καὶ κ΄· μεσουρανεῖ δὲ ἀπὸ Λέοντος Ϛ΄ μέσης ἕως Παρθένου ι΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει τῶν ἐν τῷ γοργονίῳ ὁ βορειότερος τῶν ἡγουμένων, ἔσχατος δὲ ὁ ἐν τῷ δεξιῷ γόνατι.

Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν ἀρχῇ μὲν ὅ τε ἐν τῇ γαστρὶ τοῦ Λέοντος, ὡς ἡμιπήχιον ὑπο- λειπόμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Ὕδρου ὁ τέταρτος τῶν μετὰ τὸν λαμπρὸν 〈πρὸς ἀνατολὰς τεσσάρων〉, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ, καὶ τῆς Αργοῦς ὁ ἔσχατος τῶν ἐν τῇ τρόπει· ἔσχατον δὲ μεσουρανοῦσι ὅ τε ἐν τῇ οὐρᾷ τοῦ Κόρακος καὶ ὁ ἐν τοῖς ποσὶν αὐτοῦ.

Δύνει δὲ ὁ Περσεὺς ἐν ὥραις δυσὶ καὶ τρίτῳ μέρει.

[*](2. ἕως dupl. Vat. || 3. μοίρας om. A. || 5 βορ.] νοτιώτερος A. || 7. λοιπῶν] ἄλλων scrib. esse vid. | πρῶτος Vat., ᾱ P1P2. ||)
216

Τοῦ δὲ Ἡνιόχου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ταύρου μοίρας γ΄ καὶ κ΄ ἕως Καρκίνου β΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Παρθένου β΄ ἕως Χηλῶν β΄ καὶ κ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν τῷ ἀριστερῷ ποδί, ἔσχατοι δὲ οἱ ἐν τῇ κεφαλῇ.

Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν ἀρχῇ μὲν τοῦ Δράκοντος ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ καὶ τοῦ Στεφάνου ὁ βορειότατος, ἔσχατον δὲ 〈τῶν Χηλῶν〉 ὁ ἐν μέσῃ τῇ νοτίᾳ χηλῇ.

Δύνει δὲ ὁ Ἡνίοχος μικρῷ πλεῖον ἢ ἐν ὥραις τρισίν.

Εἰρηκότες δὴ περὶ πάντων τῶν βορειοτέρων τοῦ ζῳδιακοῦ ἄστρων περὶ τῶν λοιπῶν ἐν τῷ ἐχομένῳ ἀποδώσομεν, στοχαζόμενοι τῆς συμμετρίας τοῦ συν- τάγματος.

Προειρηκότες, ὦ Αἰσχρίων, ἐν τῷ πρὸ τούτου συντάγματι περὶ τῶν βορειοτέρων ἄστρων τοῦ ζῳδιακοῦ κύκλου, τίνι τε ζῳδίῳ τῶν δώδεκα ἕκαστον αὐτῶν συνανα- τέλλει καὶ συγκαταδύνει, καὶ τί ζῴδιον ἀνατέλλοντος αὐτοῦ ἢ δύνοντος μεσουρανεῖ, καὶ τίνες τῶν ἀπλανῶν ἀστέρων ἐπὶ τοῦ μεσημβρινοῦ γίνονται ἀρχομένου τε [*](8. ἔσχατον*] ἔσχατος vulg. ‖ 10. πλέον A. | ἢ om. P3M. ἐν om. L edd., in marg. add. V, sed linea deletum; ἐν ὥραις M,)

218
αὐτοῦ ἀνατέλλειν ἢ δύνειν καὶ πάλιν λήγοντος, ἔτι δʼ ἐν πόσαις ἰσημεριναῖς ὥραις ἕκαστον ἀνατέλλει ἢ δύνει, νῦν ὑπογράψομεν τὰ αὐτὰ περὶ ἑκάστου τῶν τε νοτιω- τέρων τοῦ ζῳδιακοῦ ἄστρων καὶ αὐτῶν τῶν δώδεκα ζῳδίων.

Τῶν μὲν οὖν νοτιωτέρων τοῦ ζῳδιακοῦ κύκλου ὅταν μὲν ὁ Ὕδρος ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Καρκίνου μοίρας ιθ΄ μέσης ἕως Χηλῶν ιϚ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ μοίρας γ΄ μέσης ἕως Καρκίνου ιη΄. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ βορειότερος τῶν ἐν τῷ χάσματι, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ.

Μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν τοῦ τε Περσέως ὁ ἐν τῇ ἅρπῃ νεφελοειδής, καὶ ὁ Σύνδεσμος τῶν Ἰχθύων, ὡς ἡμιπήχιον ὑπολειπόμενος 〈τοῦ μεσημβρινοῦ, καὶ ὁ ἑπόμενος〉 τῶν ἐν τῇ κεφαλῇ τοῦ Κριοῦ λαμπρῶν τριῶν, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ· ἔσχατος δὲ μεσουρανεῖ τοῦ τε Λέοντος ὁ νοτιώτερος τῶν ἡγουμένων ἐν τῇ κεφαλῇ, καὶ τῆς Αργοῦς ὁ βορειότερος τῶν ἐν μέσῳ τῷ ἱστῷ.

Ἀνατέλλει δὲ ὁ Ὕδρος ἐν ὥραις ἑπτὰ καὶ ιε΄ μέρει.