In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Δοκεῖ δέ μοι διηπορῆσθαι ὁ Ἄρατος παρὰ τὴν αὐτὴν αἰτίαν, παῤ ἣν καὶ ὁ Εὔδοξος, ᾧ θηκεν ὁ Ἄρατος. ἐν μὲν γὰρ τῷ συντάγματι τῷ περὶ τῶν φαινομένων γράφει, ὅτι τοῖς Ἰχθύσι συνανατέλλει τὰ δεξιὰ τοῦ Περσέως, ὥστε τῆς ἀρχῆς τοῦ Κριοῦ πρὸς τῇ ἀνατολῇ οὔσης τὰ δεξιὰ μόνον τοῦ Περσέως μέρη κατʼ αὐτὸν ὑπὲρ γῆν φαίνεσθαι· ἐν δὲ τῷ ἑτέρῳ συντάγματι, ὃ ἐπιγράφεται „Ἔνοπτρον“, τοῖς Ἰχθύσι

φησὶν αὐτὸν ὅλον πλὴν ὀλίγου συνανατέλλειν. ἐν πᾶσιν οὖν σχεδὸν τοῖς περὶ τὰς ἀνατολὰς τῶν ἄστρων συμφωνούντων ἀλλήλοις τῶν δύο συνταγμάτων, περὶ δὲ τοῦ Περσέως διαφόρου τῆς ἀναγραφῆς οὔσης, εὐλόγως ὁ Ἄρατος, διαπορῶν, ποίᾳ τις κατακολουθήσει ἀποφάσει, ἀμφήριστόν φησιν εἶναι καὶ δισταζόμενον, πότερον καὶ ἡ ζώνη τοῦ Περσέως μετὰ τῶν ὤμων καὶ τῆς κεφαλῆς τοῦ Κριοῦ ἀνατέλλοντος μετέωρος φαίνεται [*](2. μόνη B edd. || 7. ὁ δʼ ἐν A. || 12. ἐμπείρως (sic) L, ἐμπείρως et supra ει rasura M, ἐμπειρῶς V. || 19. μέρη τοῦ)

180
ἢ τοῦ Ταύρου ἀναφερομένου, ὡς τὸ ἕτερον τῶν τοῦ

Εὐδόξου συνταγμάτων περιέχει. οὐ παρὰ τὸ τῇ αἰσθήσει οὖν δύσκριτον εἶναι διὰ μικρότητα τῆς διαφορᾶς, ὡς ὁ Ἄτταλος ὑπέλαβεν, ἀμφήριστόν φησιν εἶναι, πότερον ἡ ζώνη τοῦ Περσέως ὑπὲρ γῆν ἤδη φαίνεται τῆς ἀρχῆς τοῦ Κριοῦ πρὸς τῷ ὁρίζοντι οὔσης, ἢ ἀρχομένου ἤδη ἀνατέλλειν τοῦ Ταύρου, τότε καὶ αὐτὴ ἀναφέρεται, ἀλλὰ 〈παρὰ〉 τὸ μὴ ἔχειν εἰπεῖν διὰ τὸ ἑκατέρως παρα- δεδόσθαι.

Διχῶς δὲ γραφομένου, ἐν μέν τισιν ἀντιγράφοις „καὶ κʼ ἀμφήριστα πέλοιτο“, ἐν δέ τισι „καὶ κʼ ἀμφή- ριστα πέλονται“, δεῖ γράφειν „πέλοιτο“, καὶ οὐχ, ὡς ὁ Ἄτταλος, „πέλονται“. τῷ γὰρ ἂν συνδέσμῳ τὸ „πέλοιτο“ καταλλήλως λέγεται. οὐδὲ γὰρ περισπᾶσθαι δεῖ διὰ τὸ πληθυντικῶς ἐκφέρεσθαι τὸ „ἀμφήριστα“· σύνηθες γάρ ἐστι τὸ σχῆμα τοῦτο τῆς ἐκφορᾶς.

Τῆς δὲ ἀρχῆς τοῦ Ταύρου ἀνατελλούσης φησὶν ὁ Ἄρατός τε καὶ ὁ Εὔδοξος τὸν Περσέα ὅλον φαίνεσθαι ὑπὲρ γῆν, καὶ τοῦ Ἡνιόχου τὴν ἀριστερὰν χεῖρα, ἐν ᾗ οἱ Ἔριφοι κεῖνται, καὶ τὸν ἀριστερὸν πόδα, καὶ τοῦ Κήτους τὸ ἀπὸ τῆς οὐρᾶς ἕως τῆς λοφίας. δεδυκέναι δέ φησι τοῦ Βοώτου τι μέρος.

Ἀγνοοῦσιν οὖν τὰ ἀριστερὰ μόνον ὑπολαμβάνοντες τοῦ Ἡνιόχου τῷ Κριῷ συνανατέλλειν· ὁ μὲν γὰρ δεξιὸς ὦμος αὐτοῦ τῇ β΄ καὶ κ΄ μοίρᾳ τοῦ Κριοῦ συνανα- φέρεται, ὁ δὲ βορειότερος τῶν ἐν τῇ κεφαλῇ ἔτι πρό- τερον τοῖς Ἰχθύσι συνανατέλλει, ὥστε καὶ κατὰ τοῦτο ἀγνοεῖν αὐτούς, λέγω δέ, καθʼ ὅσον ὑπολαμβάνουσι πρώτως τῷ Κριῷ τὸν Ἡνίοχον συναναφέρεσθαι. [*](8. παραδίδοσθαι Vat., παραδίδομαι P1P2. || 11. καὶ κʼ ἀμφήριστα πέλοιτο corr. Scal. et Pet., καὶ καμφήστατο A, καὶ)

182

ὁμοίως δὲ κατὰ δύο τρόπους καὶ τὰ περὶ τοῦ Κήτους ἠγνοήκασιν. οὔτε γὰρ τῷ Κριῷ ἄρχεται συνανατέλλειν, ὥς φασιν, ἀλλὰ τοῖς Ἰχθύσιν· οὔτε ἕως τῆς λοφίας μόνον ἀναφέρεται σὺν τῷ Κριῷ, ἀλλὰ ὅλον σχεδὸν πλὴν τῶν ἐν τῇ κεφαλῇ ὁ ἐν ἄκρῳ τῷ χελυνίῳ λαμπρός.

ὅτι γε μὴν οὐδὲ ὁ Βοώτης τῷ Κριῷ ἄρχεται ἀντικατα- φέρεσθαι, ὥς φασιν, ἀλλὰ τῷ Ταύρῳ, προειρήκαμεν ἀνωτέρω.

Τῶν δὲ Διδύμων ἀρχομένων ἀνατέλλειν ὁ Ἄρατος δύνειν μέν φησι τοὺς πόδας τοῦ Ὀφιούχου „μέσφʼ αὐτῶν γονάτων“, ἀνατέλλειν δὲ τὸ Κῆτος καὶ τοῦ Ποταμοῦ τὰ πρῶτα.

Ταῦτα δὲ συμφώνως τοῖς φαινομένοις ὑπʼ αὐτῶν εἴρηται.

Ἃ μὲν οὖν ἐδόκει μοι χρήσιμα εἶναι τῶν ὑπὸ Ἀράτου καὶ Εὐδόξου λεγομένων ἐν τοῖς Φαινομένοις

ἐπισκέψασθαί τε καὶ ὑπογράψαι, ταῦτά ἐστιν. ἑξῆς δὲ ὑποτάξω περὶ ἑκάστου τῶν ἀπλανῶν ἄστρων ἐπὶ κεφαλαίου, τίνι τε τῶν δώδεκα ζῳδίων συνανατέλλει καὶ συγκαταδύνει, καὶ ἀπὸ πόστης μοίρας τοῦ ζῳδίου ἀρξάμενον ἕως πόστης μοίρας ἔσχατον ἀνατέλλει ἢ [συγκατα]δύνει ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις καὶ [*](1. Κήτους] ἡνιόχου B edd. || 4. ἀλλὰ ὅλος B. ἀλλʼ ὅλος edd. || 5. ὁ . . . . λαμπρός*] οἱ . . . . λαμπροί Vat. B edd., οἱ . . . . λαμ- πρός P1P2. | χελωνίῳ Bedd. | 6. οὐδὲ*] οὔτε vulg. | ἀντικαταφέρ.*] συναναφέρ. vulg. || 10. μεχρὶ τῶν γον. B ed. pr., μέσφι αὐτῶν)

184
καθόλου ὅπου ἐστὶν ἡ μεγίστη ἡμέρα ὡρῶν ἰσημερινῶν

ιδ΄ καὶ ἡμιωρίου. τὰς δὲ κατὰ μέρος αὐτῶν ἀποδείξεις ἐν ἄλλοις συντετάχαμεν οὕτως, ὥστε ἐν παντὶ τόπῳ σχεδὸν τῆς οἰκουμένης δύνασθαι παρακολουθεῖν ταῖς διαφοραῖς τῶν συνανατολῶν καὶ συγκαταδύσεων.

Πρῶτον μὲν οὖν ἐκθησόμεθα τὰς τῶν βορειοτέρων ἄστρων τοῦ ζῳδιακοῦ κύκλου συνανατολάς τε καὶ συγκαταδύσεις, ἔπειτα δὲ τὰς τῶν νοτιωτέρων, ἐπὶ πᾶσι δὲ τὰς τῶν δώδεκα ζῳδίων· λέγω δὲ τῶν ἠστερισ- μένων, ἐπειδήπερ ἃ μὲν μείζονα τόπον ἐπέχει τοῦ δωδεκατημορίου, ἃ δὲ ἐλάσσονα. ἔτι δὲ καὶ πολλῷ τινὰ μὲν βορειότερα, τινὰ δὲ νοτιώτερα ὄντα τοῦ ζῳδιακοῦ πολὺ προτερεῖ καὶ ὑστερεῖ ἐν ταῖς ἀνατολαῖς καὶ δύσεσι τῶν κατʼ αὐτὰ δωδεκατημορίων.

Προσδιασαφήσομεν δὲ ἐφʼ ἑκάστου καὶ τό τε μεσου- ρανοῦν ἐν τῷ ζῳδιακῷ κύκλῳ ζῴδιον καὶ τὴν μοῖραν αὐτοῦ, πρὸς δὲ τούτοις τοὺς μεσουρανοῦντας ἀπλανεῖς ἀστέρας ἐν ταῖς ἀρχαῖς καὶ τελευταῖς τῶν ἀνατολῶν καὶ δύσεων οἱουδήποτε ἄστρου, καὶ ἔτι ἐν πόσαις ὥραις ἰσημεριναῖς ἕκαστον τῶν ἄστρων ἢ δύνει ἢ

ἀνατέλλει. ἕκαστον δὲ τούτων διασαφήσομεν κατὰ συνεγγισμὸν ἕως ἀδιαφόρου παραλλαγῆς. διότι γὰρ ἡ τοιαύτη πραγματεία πολλῷ τε τῶν ὑπὸ τῶν ἀρχαίων συντεταγμένων ἐστὶν εὐχρηστοτέρα καὶ πρὸς πολλὰ συντείνει τῶν κατὰ ἀστρολογίαν θεωρημάτων, εὐκατα- νόητον εἶναί σοι νομίζω.

[*](12. τίνα μὲν — τίνα δὲ A. || 16 τὴν μ⁰ B ed. pr. || 19 ποιου- δήποτε B (LV sine acc.), οἵου δήποτε edd. || 23. τῶν ὑπὸ] τῆς)