In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Τοῦ δὲ Νοτίου Ἰχθύος τὸ πλεῖστον μέρος δεῖ ὑπὲρ γῆν εἶναι, καὶ οὐχὶ τὸ πρὸς τῇ κεφαλῇ μόνον, ὥς φασιν· ἄρχεται μὲν γὰρ δύνειν ἀνατελλούσης 〈τῆς〉 δ΄ καὶ κ΄ μοίρας 〈τῶν〉 Διδύμων, ἔσχατον δὲ δύνει ἀνατελλούσης

〈μέσης〉 τῆς ιη΄ μοίρας τοῦ Καρκίνου. τοῦ δὲ Ἐνγόνασιν ἡ κεφαλὴ μόνον δέδυκε καὶ ὁ δεξιὸς ὦμος σὺν τῇ χειρί· ὁ δʼ ἀριστερὸς ὦμος καὶ τὸ λοιπὸν σῶμα ἔτι ἐστὶν ὑπὲρ γῆν· τοῦ μὲν γὰρ δεξιοῦ ὤμου δύνοντος ἀνατέλλει ἡ ζ΄ καὶ κ΄ μοῖρα τῶν Διδύμων, τοῦ δὲ ἀριστεροῦ ὤμου δύνοντος ἀνατέλλει ἡ η΄ μοῖρα τοῦ Καρκίνου. τοῦ δὲ ἀριστεροῦ ὤμου ἔτι ὕστερον δύνουσιν οἱ ἐν ταῖς πλευραῖς. οὐκ ἄρα τὸ ἀπὸ τῆς γαστρὸς μέρος αὐτοῦ ἕως τῆς κεφαλῆς δέδυκεν, ὡς Ἄρατός

φησι. τὰ δὲ περὶ τὸν Ὀφιοῦχον συμφώνως ἀποδιδόασι τῷ φαινομένῳ ὅ τε Ἄρατος καὶ ὁ Εὔδοξος· οἱ μὲν γὰρ ὦμοι τοῖς Διδύμοις ἀντικαταδύνουσιν, ὁ δὲ ἐν τῇ κεφαλῇ δύνει ἀνατελλούσης τῆς β΄ μοίρας τοῦ Καρκίνου.

τοῦ δὲ Ὄφεως, ὃν ἔχει ὁ Ὀφιοῦχος, ἡ οὐρὰ μόνον ὑπὲρ γῆς ἐστιν, ὡς ὁ Εὔδοξός φησι, καὶ οὐχ ἡ κεφαλὴ 〈μόνον δέδυκεν〉, ὡς ὁ Ἄρατος. ἡ μὲν γὰρ κεφαλὴ αὐτοῦ δύνει ἀνατελλόντων μέσων μάλιστα τῶν Διδύ- μων, ὁ δὲ ἐν ἄκρᾳ τῇ οὐρᾷ δύνει ἀνατελλούσης τῆς θ΄ μοίρας τοῦ Καρκίνου.

Περὶ δὲ τοῦ Ἀρκτοφύλακος ὁλοσχερῶς δοκοῦσί μοι ἀγνοεῖν· φασὶ γὰρ αὐτὸν τέσσαρσι ζῳδίοις ἀντικαταδύ-

νειν, Κριῷ τε καὶ Ταύρῳ καὶ Διδύμοις καὶ Καρκίνῳ. ὁ μὲν γὰρ Ἄρατος τοῦ Ταύρου πρὸς τῇ ἀνατολῇ ὄντος φησί·

  • δύνει δʼ Ἀρκτοφύλαξ ἤδη πρώτῃ ἐπὶ μοίρῃ
  • τάων, αἳ πίσυρές μιν ἄτερ χειρὸς κατάγουσιν·
  • [*](1. ὑπὲρ γῆς B. || 3. γὰρ om. B. | δ΄ καὶ κ΄ μοίρας*] τετάρτης μοίρας A, δ΄ μ⁰ B edd. || 5. δʼ ἐνγόν. A edd. || 8. ἔστιν A ed. pr. ||)
    142
    ὥστε τῷ Κριῷ ἀνατέλλοντι ἄρχεσθαι αὐτὸν ἀντικατα- δύνειν. ἀκολούθως δὲ ταύτῃ τῇ ὑποθέσει καὶ τοῦ Καρκίνου ἀρχομένου ἀνατέλλειν λέγει ταυτί·
  • οὐδʼ ἂν ἔτʼ Ἀρκτοφύλαξ εἴη πολὺς ἀμφοτέρωθεν,
  • μείων ἠμάτιος, τὸ δʼ ἐπὶ πλέον ἔννυχος ἤδη·
  • τέτρασι γὰρ μοίραις ἄμυδις κατιόντα Βοώτην
  • Ὠκεανὸς δέχεται.