In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Ἐν δὲ τούτοις τὰ μὲν ἄλλα συμφωνεῖ τοῖς φαινο- μένοις. ἡ δὲ ἀριστερὰ χεὶρ τοῦ Ἐνγόνασι ταῖς Χηλαῖς συνανατέλλει, καὶ οὐ τῷ Σκορπίῳ· καὶ γὰρ αὐτὸς ὁ ἀριστερὸς ὦμος αὐτοῦ πολὺ προηγούμενος τῆς χειρὸς ὡσανεὶ διωργυιωμένου αὐτοῦ, καθάπερ καὶ αὐτὸς ὁ Ἄρατός φησι, τῇ γ΄ μοίρᾳ τοῦ Σκορπίου συνανατέλλει. οὐχ ἡ κεφαλὴ οὖν μόνον αὐτοῦ τῷ Σκορπίῳ συνανα- φέρεται. διὸ καὶ ἐν τοῖς πρότερον περὶ τὴν τοῦ Σκορπίου ἀνατολὴν ἀγνοεῖ λέγων·

  • κάρη δ᾿ ἑτέρης μετὰ χειρὸς
  • τόξῳ ἀνέλκονται.
  • κατηκολούθηκε δὲ καὶ κατὰ τοῦτο τῷ Εὐδόξῳ. διαφω- νοῦσι δὲ πρὸς τὸ φαινόμενον καὶ ἐν τοῖς περὶ τοῦ Κηφέως· ἥ τε γὰρ κεφαλὴ αὐτοῦ μόνον δύνει καὶ ἀνατέλλει, οἱ δὲ ὦμοι καὶ τὸ στῆθος ἐν τῷ ἀεὶ φανερῷ τμήματι φέρονται· χωρίς τε τούτων τῶν ἐν τῇ κεφαλῇ αὐτοῦ ἀστέρων ὁ μὲν προηγούμενος τῇ η΄ καὶ κ΄ μοίρᾳ τοῦ Σκορπίου συνανατέλλει, ὁ δὲ ἔσχατος ἀναφερόμενος καὶ νοτιώτερος ὢν τῶν ἐν τῇ κεφαλῇ συνανατέλλει [τοῦ] Τοξότου Ϛ΄ μοίρᾳ μέσῃ, ὥστε μὴ μόνον τῷ Σκορπίῳ τὴν κεφαλὴν τοῦ Κηφέως

    συνανατέλλειν, ἀλλὰ καὶ τῷ Τοξότῃ. ὁ δὲ Περσεὺς ὅλος τῷ Σκορπίῳ ἀντικαταδύνει καὶ οὐχ, ὡς οὗτοί [*](1. οἵ δʼ ἐν A. || 2. ἀντικαταδ.] παντὶ καταδ B. || 8. συνανα- τέλλειν A. || 10. διοριγνωμένου Vat., διοριγνώμου P1P2. | αὐτὸς)

    166
    φασιν, ὁ δεξιὸς ποὺς καὶ τὸ δεξιὸν γόνυ τῷ Τοξότῃ

    ἀντικαταφέρεται. ἠγνοήκασι δὲ καὶ τὰ περὶ τὴν Ἀργώ· ἄρχεται γὰρ ἀντικαταδύνειν οὐ τῷ Σκορπίῳ, ἀλλὰ μέσαις ταῖς Χηλαῖς. ἔδει οὖν ἀρχομένου τοῦ Σκορπίου ἀνατέλλειν λέγειν τὴν τῆς Ἀργοῦς πρύμναν δεδυκέναι, καὶ μὴ τοῦ Τοξότου ἀναφερομένου.

    Πάλιν δὲ τοῦ Αἰγόκερω πρὸς τῇ ἀνατολῇ ὄντος, τῷ Τοξότῃ φασὶν ἀντικαταδύνειν τήν τε Ἀργὼ ὅλην καὶ τὸν Πρόκυνα, συνανατέλλειν δὲ τόν τε Ὄρνιθα, καὶ τὸν Ἀετόν, καὶ τὸν Ὀϊστόν, καὶ τὸ Θυμιατήριον.

    Τὰ μὲν οὖν ἄλλα συμφώνως ὑπʼ αὐτῶν λέγεται τοῖς φαινομένοις. τὰ δὲ κατὰ τὸν Ὄρνιθα ἠγνόηται μὲν ὑπʼ ἀμφοτέρων, μᾶλλον δὲ ὑπὸ τοῦ Ἀράτου. ὁ μὲν γὰρ Εὔδοξος τῷ Σκορπίῳ φησὶ συνανατέλλειν τὴν δεξιὰν πτέρυγα τοῦ Ὄρνιθος, τῷ δὲ Τοξότῃ τὸ λοιπὸν αὐτοῦ σῶμα. ἐξ ὧν δῆλον ὅτι τὴν δεξιὰν πτέρυγα τοῦ Ὄρνιθος κατὰ τὸν Εὔδοξον δεῖ τοῖς ἐσχάτοις μέρεσι τοῦ Σκορπίου συναναφέρεσθαι. ὁ δὲ Ἄρατός

    φησι τῷ Τοξότῃ μόνον συνανατέλλειν αὐτόν. τῇ δὲ ἀληθείᾳ οἱ μὲν ἐν ἄκρᾳ τῇ δεξιᾷ πτέρυγι τοῦ Ὄρνιθος τοῖς ἐσχάτοις μέρεσι τῶν Χηλῶν συνανατέλλουσιν· ὁ δὲ ἐν ἄκρᾳ τῇ ἀριστερᾷ πτέρυγι, ὃς δὴ καὶ ἔσχατος ἀνα- τέλλει, τῇ β΄ καὶ κ΄ μοίρᾳ τοῦ Τοξότου συναναφέρεται.

    Τοῦ δὲ Ὑδροχόου ἀρχομένου ἀνατέλλειν φησὶ συν- ανατεταλκέναι τῷ Αἰγόκερῳ τοῦ Ἵππου τήν τε κεφαλὴν καὶ τοὺς πόδας, δύνειν δὲ τὰ ὀπίσθια τοῦ Κενταύρου, [*](4. ἀρχόμενον τὸν σκορπίον B ed. pr. || 5. τὴν τῆς ἀργ. τὴν πρ. A (P2 τὴν ante πρ. exp. m. 2). || 8. πρὸς τὴν ἀνατολὴν)

    168
    καὶ τοῦ Ὕδρου τὸ ἀπὸ τῆς κεφαλῆς ἕως τῆς πρώτης σπείρας. ὁ δὲ Εὔδοξός φησι καὶ τὴν Κασσιέπειαν ἀνατέλλειν καὶ τὸν Δελφῖνα.

    Ἃ μὲν οὖν κοινῇ εἰρήκασι, σχεδὸν συμφωνεῖ τοῖς φαινομένοις, πλὴν ὅτι ἡ κεφαλὴ τοῦ Ὕδρου τοῖς ἐσχάτοις μέρεσι τοῦ Τοξότου ἄρχεται ἀντικαταδύνειν, καὶ οὐ τῷ Αἰγόκερῳ. τοῦ δὲ Ἵππου οὐ μόνον ἡ κεφαλὴ καὶ οἱ πόδες ἀνατετάλκασιν, ἀλλὰ καὶ οἱ ὦμοι καὶ τὸ στῆθος.

    Παρέχει δέ τισιν ἐπίστασιν, πῶς ἐπὶ τῶν ἄλλων ζῳδίων ὁ Ἄρατος τὰς ἀρχὰς ἐπὶ τῆς ἀνατολῆς ὑποτιθέ- μενος καὶ οὕτως τὰς τῶν ἄλλων ἄστρων ἀνατολὰς καὶ δύσεις διασαφῶν τὸν Ὑδροχόον μέσον ἀνατέλλειν ὑπο- τίθεται, λέγων οὕτως·

  • Ἵππος δʼ Ὑδροχόοιο μέσον περιτελλομένοιο
  • ποσσί τε καὶ κεφαλῇ ἀνελίσσεται.
  • τούτου δʼ ἀπορουμένου ὁ Ἄτταλός φησιν ἁμάρτημα εἶναι, δεῖν δὲ γράφειν οὕτως· „Ἵππος δ᾿ Ὑδροχόοιο νέον περιτελλομένοιο.“ λανθάνει δὲ τόν τε Ἄτταλον καὶ τοὺς ἄλλους τὸ βούλημα τοῦ ποιητοῦ, τάχα δὲ καὶ τὸ φαινόμενον. ὁ γὰρ Ὑδροχόος, τῇ θέσει κείμενος ἀπὸ μεσημβρίας πρὸς ἄρκτους, τὰ μὲν κατὰ τὸ στῆθος καὶ τὴν κεφαλὴν μέρη πολὺ ἐκπίπτοντα τοῦ ζῳδιακοῦ κύκλου εἰς τὸ πρὸς ἄρκτους μέρος, τὰ δὲ κατὰ τοὺς πόδας νοτιώτερα ἔχει τοῦ ζῳδιακοῦ κύκλου· ἐν δὲ τῷ

    ζῳδιακῷ τὰ μέσα αὐτοῦ κεῖται. ἐπεὶ οὖν τὰ δωδεκατη- μόρια τοῦ ζῳδιακοῦ κύκλου ὑποτίθεται ἀναφερόμενα, διὰ τοῦτο ὁ Ἄρατος λέγει τοῦ Ὑδροχόου κατὰ μέσον [*](2. ἑσπέρας A (Vat. σπείρας e corr. m. 2). || 16. κεφαλὴ A. || 17. τοῦτο δʼ ἀπορῶν B edd. || 24. πρὸς ἄρκτον A. || 25. ποδὰς)

    170
    τὸ σῶμα ἀνατέλλοντος „ὁ Ἵππος ποσσί τε καὶ κεφαλῇ ἀνελίσσεται“, καὶ οὐχὶ τὸ μέσον τοῦ ἐν τῷ δωδεκατη- μορίῳ μήκους, ὡς οἵ τε πολλοὶ καὶ ὁ Ἄτταλος ἐκδέχεται.

    ἀναγκαῖον οὖν εἶναι δοκεῖ μοι, μὴ μετατιθέναι τὸν στίχον, ὡς ὁ Ἄτταλος ὑποδεικνύει, ἐν πᾶσί γε δὴ τοῖς ἀντιγράφοις οὕτως αὐτοῦ γραφομένου.

    Ὁ δὲ Εὔδοξος ἀγνοεῖ περί τε τῆς Κασσιεπείας καὶ τοῦ Δελφῖνος· οὐ γὰρ τῷ Αἰγόκερῳ συνανατέλλουσιν, ἀλλʼ ἡ μὲν Κασσιέπεια τοῖς δυσί, τῷ τε Τοξότῃ καὶ τῷ Αἰγόκερῳ· ἄρχεται μὲν γὰρ συνανατέλλειν τῇ α΄ καὶ κ΄ μοίρᾳ τοῦ Τοξότου, ἔσχατον δὲ συνανατέλλει τῇ ιβ΄ μοίρᾳ τοῦ Αἰγόκερῳ. ὁ δὲ Δελφὶς ὅλος τῷ Τοξότῃ συνανατέλλει ἀπὸ 〈μέσης〉 τῆς κ΄ αὐτοῦ μοίρας ἕως 〈μέσης〉 τῆς κδ΄.

    Τῆς δὲ ἀρχῆς τῶν Ἰχθύων ἀνατελλούσης ὁ μὲν Ἄρατός φησι δεδυκέναι τά τε λοιπὰ τοῦ Ὕδρου καὶ τὸν Κένταυρον, ἀνατεταλκέναι δὲ τὸν Νότιον Ἰχθὺν οὐχ ὅλον, ἀλλὰ παρὰ μικρόν, καὶ τῆς Ἀνδρομέδας τὰ

    δεξιὰ μέρη κατὰ μῆκος. ὁ δὲ Εὔδοξος ἐν μὲν τῷ ἑνὶ συντάγματι, ᾧ δὴ καὶ ὁ Ἄρατος κατακολουθεῖ, καὶ τοῦ Περσέως τὴν δεξιὰν χεῖρά φησιν ἀνατέλλειν, ἐν δὲ τῷ Ἐνόπτρῳ, ὅλον αὐτὸν ἀνατεταλκέναι πλὴν μικροῦ τινος· τοῦ δὲ Ὕδρου τὸ μέχρι πρὸς τὸν Κόρακα δύνειν.