In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

τέλλοντος. ἀνατέλλειν δέ φησιν ἅμα ταῖς Χηλαῖς καὶ τὸ ἥμισυ τοῦ Στεφάνου καὶ τὴν οὐρὰν τοῦ Κενταύρου· δύνειν δὲ πάλιν τό τε σῶμα τοῦ Ἵππου ὅλον, καὶ τὴν οὐρὰν τοῦ Ὄρνιθος, καὶ τὴν κεφαλὴν τῆς Ἀνδρομέδας, καὶ τοῦ Κήτους τὸ ἀπὸ τῆς οὐρᾶς ἕως τῆς λοφίας, τοῦ δὲ Κηφέως „εκεφαλήν τε καὶ χεῖρα καὶ ὤμους“, καὶ τὸ πλεῖστον μέρος τοῦ Ποταμοῦ. ὁμοίως δὲ καὶ ἐν τούτοις ὁ Ἄρατος τρόπον τινὰ παραγέγραφε τὰ τοῦ Εὐδόξου.

Τὰ μὲν οὖν λοιπὰ ὑπʼ αὐτῶν ὑγιῶς εἴρηται. περὶ δὲ τοῦ Κενταύρου ὁλοσχερῶς ἠγνοήκασιν· οὔτε γὰρ ἡ οὐρὰ αὐτοῦ καὶ καθόλου τὰ ὀπίσθια πρῶτα ἀνα- τέλλει, ἀλλὰ ὁ ἀριστερὸς ὦμος· πολλῷ γάρ ἐστι βορειό- [*](3. ἀῤ οἵη A, ἀροιη (sic) LP3. || 4. χηλῆσιν B. | φαείνεται om. B || 5. ἐπιτουτετρ. LP3M, ἐπὶ τοῦ τετρ V. || 6. τόξου edd. ||)

160
τερος· οὔτε τῇ Παρθένῳ ἄρχεται συνανατέλλειν, ὥς φασιν, ἀλλὰ ταῖς Χηλαῖς· ὁ γὰρ ἀριστερὸς ὦμος αὐτοῦ

συνανατέλλει τῇ ι΄ μοίρᾳ τῶν Χηλῶν. τῆς δὲ Ἀνδρο- μέδας οὐ μόνον ἡ κεφαλὴ δέδυκε τῶν Χηλῶν πρὸς

τῇ ἀνατολῇ οὐσῶν, ἀλλὰ καὶ αἱ χεῖρες ἀμφότεραι. τὸ δὲ Κῆτος οὐ τῇ Παρθένῳ ἄρχεται ἀντικαταδύνειν, ὡς οὗτοί φασιν, ἀλλὰ τῷ Λέοντι· τῶν γὰρ ἐν τῇ οὐρᾷ αὐτοῦ δύο λαμπρῶν ὁ μὲν νοτιώτερος ἀντικαταδύνει μέσῃ τῇ ζ΄ καὶ κ΄ μοίρᾳ τοῦ Λέοντος· τὸ μέντοι γε λοιπὸν σῶμα τοῦ Κήτους οὐχ ὅλον τῇ Παρθένῳ ἀντι- καταδύνει, ἀλλʼ ἕως τῆς λοφίας, ὡς ὁ Ἄρατός φησι.

τοῦ δὲ Κηφέως ἡ κεφαλὴ μόνον δύνει· οἱ δὲ ὦμοι αὐτοῦ ἐν τῷ ἀεὶ φανερῷ τμήματι κεῖνται, καθάπερ προειρήκαμεν. οὐ μόνον δὲ κατὰ τοῦτο ἀγνοοῦσιν, ἀλλὰ καὶ καθʼ ὅ φασι τῇ Παρθένῳ ἀντικαταδύνειν τὴν κεφαλὴν αὐτοῦ· οὐ γὰρ τῇ Παρθένῳ, ἀλλὰ ταῖς Χηλαῖς ἄρχεται ἀντικαταδύνειν· ὁ γὰρ νοτιώτερος τῶν ἐν τῇ κεφαλῇ δύνει ἀνατελλούσης [τῶν] Χηλῶν η΄ μοίρας [τῆς] μέσης.

Τοῦ δὲ Σκορπίου ἀρχομένου ἀνατέλλειν ὁ Ἄρατός φησι δύνειν μὲν τά τε λοιπὰ μέρη τοῦ Ποταμοῦ, καὶ τὰ λοιπὰ μέρη τῆς Ἀνδρομέδας καὶ τοῦ Κήτους, καὶ τοῦ Κηφέως τὰ ἀπὸ τῶν ὤμων μέχρι τῆς ζώνης, καὶ τὴν Κασσιέπειαν ὅλην πλὴν τὸ ἀπὸ τῶν ποδῶν ἕως

τῶν γονάτων. ἀνατέλλειν δέ φησι τό τε λοιπὸν τοῦ Στεφάνου, καὶ τὴν οὐρὰν τοῦ Ὕδρου, καὶ τοῦ Κενταύ- ρου τὸ λοιπὸν σῶμα πλὴν τῶν ἐμπροσθίων ποδῶν. ἀνατέλλειν δέ φησι καὶ τὸ Θηρίον, ὃ ἔχει ὁ Κένταυρος, [*](1. ὥς φασιν*] ὥς φησιν A edd., ὡς φησὶν B. || 3. ι΄] ια΄ A edd || 7. αὐτοὶ φασὶν B, οὗτοι φασὶν A. ed. pr. || 11 ὡς)

162
καὶ τοῦ Ὀφιούχου τὴν κεφαλὴν καὶ τὰς χεῖρας, καὶ τοῦ Ὄφεως, ὃν ἔχει ὁ Ὀφιοῦχος, τὴν κεφαλὴν ἕως τῆς πρώτης σπείρας, καὶ τοῦ Ἐνγόνασι τὰ λοιπὰ πλὴν τῆς

κεφαλῆς καὶ τῆς ἀριστερᾶς χειρός. ὁ δὲ Εὔδοξος τὰ μὲν λοιπὰ ὁμοίως ἀναγράφει· τὴν δὲ κεφαλὴν τοῦ Ὀφιούχου οὐ γράφει ἀνατέλλειν, ἀλλὰ τὴν ἀριστερὰν μόνον χεῖρα· τὰ δὲ ἄλλα καὶ τὸ Θηρίον οὐ τοῦ Σκορπίου, ἀλλὰ τοῦ Τοξότου ἀνατέλλοντος ὑπὲρ γῆν [καὶ] φαίνεσθαι.

Καὶ τὰ μὲν ἄλλα συμφώνως ἀναγράφουσι τοῖς φαινομένοις. τὸ δὲ Θηρίον οὐ ταῖς Χηλαῖς 〈μόνον συνανατέλλει, ὡς ὁ Ἄρατος ὑπολαμβάνει, ἀλλὰ καὶ τῷ Σκορπίῳ· ἄρχεται μὲν γὰρ ἀνατέλλειν τῆς α΄ καὶ κ΄ μοίρας τῶν Χηλῶν ἀναφερομένης,〉 τὸ δὲ λοιπὸν τῷ Σκορπίῳ μέσῳ μάλιστα συναναφέρεται, ὡς καὶ ὁ Εὔδοξός φησι. δῆλον ὅτι καὶ ταῖς Χηλαῖς μέρος τι

αὐτοῦ δεῖ κατὰ τὸν Εὔδοξον συνανατέλλειν. ὁ δὲ Ἄρατος ἀγνοεῖ ἐν τοῖς περὶ τὸν Ὀφιοῦχον· ἡ γὰρ ἀριστερὰ χεὶρ αὐτοῦ μόνον ταῖς Χηλαῖς συνανατέλλει, ἡ δὲ κεφαλὴ καὶ ἡ δεξιὰ χεὶρ τῷ Σκορπίῳ.

Τοῦ δὲ Τοξότου μέλλοντος ἀνατέλλειν ὁ Ἄρατός φησι τὴν κεφαλὴν τοῦ Ἐνγόνασι καὶ τὴν ἀριστερὰν χεῖρα ἀνατεταλκέναι, καὶ τὸ σῶμα τοῦ Ὀφιούχου, καὶ τὴν οὐρὰν τοῦ Ὄφεως, ὃν ἔχει ὁ Ὀφιοῦχος, καὶ τὴν Λύραν, καὶ τοῦ Κηφέως τὰ ἀπὸ τῆς κεφαλῆς ἕως τοῦ

στήθους. δύνειν δέ φησι τόν τε Κύνα ὅλον, καὶ τὸν Ὠρίωνα, καὶ τὸν Λαγωόν, καὶ τοῦ Ἡνιόχου τὰ ἀπὸ τῶν ποδῶν ἕως τῆς ζώνης μέρη· τὴν δὲ Αἶγά φησι καὶ τοὺς Ἐρίφους, ὧν ἐστιν ἡ μὲν ἐπὶ τοῦ ἀριστεροῦ [*](6. οὐ γράφει ἀνατέλλειν, ἀλλὰ τὴν*] γράφει ἀνατέλλουσαν καὶ τὴν vulg. || 7. τὰ δὲ ἄλλα*] τὴν δὲ ἄλλην vulg. || 10. παρα-)

164
ὤμου, οἱ δʼ ἐν τῇ ἀριστερᾷ χειρί, ἔτι δὲ τὴν κεφαλὴν καὶ τὴν δεξιὰν χεῖρα τῷ Τοξότῃ ἀντικαταδύνειν, τὰ δὲ πρὸς τοὺς πόδας τῷ Σκορπίῳ. δύνειν δέ φησι καὶ τὸν Περσέα χωρὶς τοῦ δεξιοῦ γόνατος καὶ τοῦ ποδός, καὶ τῆς Ἀργοῦς τὴν πρύμναν.

Ἐν δὲ τούτοις τὰ μὲν ἄλλα συμφωνεῖ τοῖς φαινο- μένοις. ἡ δὲ ἀριστερὰ χεὶρ τοῦ Ἐνγόνασι ταῖς Χηλαῖς συνανατέλλει, καὶ οὐ τῷ Σκορπίῳ· καὶ γὰρ αὐτὸς ὁ ἀριστερὸς ὦμος αὐτοῦ πολὺ προηγούμενος τῆς χειρὸς ὡσανεὶ διωργυιωμένου αὐτοῦ, καθάπερ καὶ αὐτὸς ὁ Ἄρατός φησι, τῇ γ΄ μοίρᾳ τοῦ Σκορπίου συνανατέλλει. οὐχ ἡ κεφαλὴ οὖν μόνον αὐτοῦ τῷ Σκορπίῳ συνανα- φέρεται. διὸ καὶ ἐν τοῖς πρότερον περὶ τὴν τοῦ Σκορπίου ἀνατολὴν ἀγνοεῖ λέγων·

  • κάρη δ᾿ ἑτέρης μετὰ χειρὸς
  • τόξῳ ἀνέλκονται.
  • κατηκολούθηκε δὲ καὶ κατὰ τοῦτο τῷ Εὐδόξῳ. διαφω- νοῦσι δὲ πρὸς τὸ φαινόμενον καὶ ἐν τοῖς περὶ τοῦ Κηφέως· ἥ τε γὰρ κεφαλὴ αὐτοῦ μόνον δύνει καὶ ἀνατέλλει, οἱ δὲ ὦμοι καὶ τὸ στῆθος ἐν τῷ ἀεὶ φανερῷ τμήματι φέρονται· χωρίς τε τούτων τῶν ἐν τῇ κεφαλῇ αὐτοῦ ἀστέρων ὁ μὲν προηγούμενος τῇ η΄ καὶ κ΄ μοίρᾳ τοῦ Σκορπίου συνανατέλλει, ὁ δὲ ἔσχατος ἀναφερόμενος καὶ νοτιώτερος ὢν τῶν ἐν τῇ κεφαλῇ συνανατέλλει [τοῦ] Τοξότου Ϛ΄ μοίρᾳ μέσῃ, ὥστε μὴ μόνον τῷ Σκορπίῳ τὴν κεφαλὴν τοῦ Κηφέως

    συνανατέλλειν, ἀλλὰ καὶ τῷ Τοξότῃ. ὁ δὲ Περσεὺς ὅλος τῷ Σκορπίῳ ἀντικαταδύνει καὶ οὐχ, ὡς οὗτοί [*](1. οἵ δʼ ἐν A. || 2. ἀντικαταδ.] παντὶ καταδ B. || 8. συνανα- τέλλειν A. || 10. διοριγνωμένου Vat., διοριγνώμου P1P2. | αὐτὸς)

    166
    φασιν, ὁ δεξιὸς ποὺς καὶ τὸ δεξιὸν γόνυ τῷ Τοξότῃ

    ἀντικαταφέρεται. ἠγνοήκασι δὲ καὶ τὰ περὶ τὴν Ἀργώ· ἄρχεται γὰρ ἀντικαταδύνειν οὐ τῷ Σκορπίῳ, ἀλλὰ μέσαις ταῖς Χηλαῖς. ἔδει οὖν ἀρχομένου τοῦ Σκορπίου ἀνατέλλειν λέγειν τὴν τῆς Ἀργοῦς πρύμναν δεδυκέναι, καὶ μὴ τοῦ Τοξότου ἀναφερομένου.

    Πάλιν δὲ τοῦ Αἰγόκερω πρὸς τῇ ἀνατολῇ ὄντος, τῷ Τοξότῃ φασὶν ἀντικαταδύνειν τήν τε Ἀργὼ ὅλην καὶ τὸν Πρόκυνα, συνανατέλλειν δὲ τόν τε Ὄρνιθα, καὶ τὸν Ἀετόν, καὶ τὸν Ὀϊστόν, καὶ τὸ Θυμιατήριον.

    Τὰ μὲν οὖν ἄλλα συμφώνως ὑπʼ αὐτῶν λέγεται τοῖς φαινομένοις. τὰ δὲ κατὰ τὸν Ὄρνιθα ἠγνόηται μὲν ὑπʼ ἀμφοτέρων, μᾶλλον δὲ ὑπὸ τοῦ Ἀράτου. ὁ μὲν γὰρ Εὔδοξος τῷ Σκορπίῳ φησὶ συνανατέλλειν τὴν δεξιὰν πτέρυγα τοῦ Ὄρνιθος, τῷ δὲ Τοξότῃ τὸ λοιπὸν αὐτοῦ σῶμα. ἐξ ὧν δῆλον ὅτι τὴν δεξιὰν πτέρυγα τοῦ Ὄρνιθος κατὰ τὸν Εὔδοξον δεῖ τοῖς ἐσχάτοις μέρεσι τοῦ Σκορπίου συναναφέρεσθαι. ὁ δὲ Ἄρατός