In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

ιβ΄ μέσης. ὁ δὲ Κύων ὅλος τῷ Καρκίνῳ συνανατέλλει πλὴν τοῦ ἐν τῇ οὐρᾷ, καὶ οὐχ, ὡς ὁ Ἄρατός 〈φησιν〉, οἱ ἐμπρόσθιοι μόνον αὐτοῦ πόδες συνανατέλλουσι τῷ Καρκίνῳ.

Τῆς δὲ Παρθένου ἀρχομένης ἀνατέλλειν

  • Λύρη τότε (φησὶ) Κυλληναίη
  • καὶ Δελφὶς δύνουσι καὶ εὐποίητος Ὀϊστός·
  • σὺν τοῖς Ὄρνιθος πρῶτα πτερὰ μέχρι παῤ αὐτὴν
  • [*](2. καὶ τὸν Ἀετὸν*] καὶ τόνδε τὸν A., om. lacuna fere quattuordecim litt. relicta LP3, om. sine lacuna MV. || 3. τοῦ δʼ ἐνγόν B edd. || 5. λαγὼ A, λαγὼν B. || 6. πρόκυνα Ur., προ-)
    154
  • οὐρὴν καὶ Ποταμοῖο παρηορίαι σκιόωνται·
  • δύνει δʼ Ἱππείη κεφαλή, δύνει δὲ καὶ αὐχήν.
  • ἀντέλλει δʼ Ὕδρη μὲν ἐπὶ πλέον ἄχρι παῤ αὐτὸν
  • Κρητῆρα, φθάμενος δὲ Κύων πόδας αἴνυται ἄλλους
  • ἕλκων ἐξόπιθεν πρύμναν πολυτειρέος Ἀργοῦς·
  • ἡ δὲ θέει γαίης ἱστὸν διχόωσα κατʼ αὐτόν,
  • Παρθένος ἦμος ἅπασα περαιόθεν ἄρτι γένηται.
  • τῷ δὲ Ἀράτῳ τὰ αὐτὰ καὶ ὁ Εὔδοξος λέγει. καὶ μάλιστά γε ἐκ τούτων φανερός ἐστιν ὁ Ἄρατος ὡσανεὶ παραγράφων τὰ ὑπὸ τοῦ Εὐδόξου εἰρημένα.

    Ἐν μὲν οὖν τοῖς ἄλλοις συμφωνοῦσι τοῖς φαινο- μιένοις. ὁ δὲ Ὀϊστὸς οὐ τῷ Λέοντι ἀντικαταδύνει μόνον, ἀλλὰ καὶ τῷ Καρκίνῳ· ἄρχεται μὲν γὰρ δύνειν ἀνατελλούσης μέσης τῆς ζ΄ καὶ κ΄ μοίρας τοῦ Καρκίνου, λήγει δὲ δύνων ἀνατελλούσης μέσης τῆς β΄ μοίρας τοῦ

    Λέοντος. ὁ δὲ ἀπὸ τοῦ Ὠρίωνος Ποταμὸς οὐ τῷ Λέοντι ἄρχεται ἀντικαταδύνειν, ὡς οἱ περὶ τὸν Εὔδοξόν φασιν, ἀλλὰ τῇ Παρθένῳ· ὁ γὰρ ἡγούμενος μάλιστα καὶ νοτιώ- τατος τῶν ἐν αὐτῷ, ὃς δὴ καὶ λαμπρότατός ἐστι, δύνει ἀνατελλούσης τῆς ζ΄ μοίρας τῆς Παρθένου.

    Τῆρ δὲ Ἀργοῦς φησι τὴν πρύμναν μόνον συνανα- τέλλειν τῷ Λέοντι, καὶ αὐτὴν δεδιχοτομημένην κατὰ τὸν ἱστὸν ἀναφέρεσθαι, ἕως ἂν ὅλη ἡ Παρθένος ἀνα-

    τείλῃ. ὁ μέντοι γε Ἄτταλος οὐ δυνάμενος κρατῆσαι τῆς διανοίας τοῦ ποιητοῦ, ἀλλ᾿ ὑπολαβὼν λέγειν αὐτὸν τῆς Παρθένου μελλούσης ἀνατέλλειν, ὅτι ἡ πρύμνα [*](3. ἐπιπλέον B ed. pr. || 5. ἐξόπισθεν P2P3M. | πολυτείρεος B ed. pr. || 7. παραιόθεν A. || 8 ὁ om. B. || 9. ὡς ἀνει LP3. || 12. Ὀϊστὸς] ὁ ἰσιὸς M, ὁ ἱστὸς V ed. pr., ὀϊστὸς Ur. || 20. τῆς ante Παρθ. om. A. || 22. Λέοντι] δὲ ὄντι A. || 23. ἡ ante Παρθ.)

    156
    ἀνατέταλκεν ἕως μέσου τοῦ ἱστοῦ, φησὶ τὸ ,,ἅποσα“

    τῷ ἐσχάτῳ στίχῳ κενῶς προσκεῖσθαι. ἐκθέμενος γὰρ τῶν προειρημένων στίχων τοὺς ἐσχάτους [ρ.], ἐπιφέρει ταυτί· „ἐν δὲ τούτοις τὸ ‘ἅπασαʼ προσαναπληρώματος „ἔχει τάξιν· εἴτε γὰρ ἐπὶ τὴν Ἀργὼ μεταβιβάσειέ τις „αὐτό, ποιῶν τὸν λόγον τοιοῦτον· ‘ἡ δὲ πᾶσα θέει „γαίης ἱστὸν διχόωσα κατʼ αὐτόν, Παρθένος ἦμος „περαιόθεν ἄρτι γένηταιʼ, ὁμολογουμένως ἀναπληρώ- „ματος ἔχει τάξιν· εἴτ᾿ ἐπὶ τὴν Παρθένον, τὸ αὐτὸ „συμβήσεται, ἐὰν μή τις δέξηται, ὅτι ὅλην φησὶ τὴν

    „Παρθένον ἀνατεταλκέναι· ὅπερ οὐ βούλεται λέγειν· εἰ „γὰρ ἡ Παρθένος ὅλη ἀνατέταλκε, δῆλον ὅτι αἱ Χηλαὶ „πρὸς τῷ ἀνατέλλειν εἰσί· κατὰ δὲ τοῦτον τὸν καιρὸν ,,ὅλην φησὶ τὴν Ἀργὼ ἀνατεταλκέναι, λέγων οὕτως·

  • „οὐδʼ ἂν ἐπερχόμεναι Χηλαί, καὶ λεπτὰ φάουσαι,
  • „ἄφραστοι παρίοιεν, ἐπεὶ μέγα σῆμα, Βοώτης,
  • „ἀθρόος ἀντέλλει βεβολημένος Ἀρκτούροιο·
  • „Ἀργὼ δʼ εὖ μάλα πᾶσα μετήορος ἵσταται ἤδη.“
  • Δοκεῖ οὖν μοι πεπλανῆσθαι ὁ Ἄτταλος, οὐ συνιείς, ὅτι ἐπιθέτως λέγεται ὑπὸ τοῦ ποιητοῦ τὸ „ἱστὸν διχόωσα κατʼ αὐτόν“, καὶ οὐχ, ὅτι „ἀνατέλλει ἕως

    μέσου τοῦ ἱστοῦ“. ὁ δὲ ἑξῆς λόγος ἐστὶ τοιοῦτος· τῆς Παρθένου ἀρχομένης ἀνατέλλειν ὅ τε Κύων ἀνατέταλκε καὶ ἡ πρύμνα τῆς Ἀργοῦς· αὐτὴ μέντοι, ἡμίσεια οὖσα ἕως τοῦ ἱστοῦ, ἀναφέρεται, ἕως ἂν ὅλη ἡ Παρθένος [*](1. τὸ ἅπασαν AB. || 2. καινῶς A. || 3. ρ. post ἐσχ. om. Ur. || 4. πρὸς ἀναπλ. A. || 5. μεταβιβάσειέν τις A. || 6. τοιοῦτον] τοῦ- τον B. || 8. ἄρα πληρώμ. B. || 9 ἐπὶ τὴν Παρθένον·] ἐπὶ τῆς παρθένου vulg. || 11. οὐ om. B edd. || 12. ἡ] ἦν A. || 13. πρὸς τὸ ἀν. B. || 18. δʼ οὐ μάλα edd. || 19. συνεὶς A. || 22. ὁ δὲ*] ὅ τε vulg. | ἔστι Vat. || 24. αὕτη coni. Maass. | ἡμίσει A.)

    158
    ἀνατείλῃ. κέχρηται δὲ τούτῳ τῷ σχήματι τῆς ἐκφορᾶς ὁ Ἄρατος καὶ ἐπὶ τοῦ Ἐνγόνασι, λέγων οὕτως·
  • τοῦ μὲν ἄῤ οἴη
  • κνήμη σὺν Χηλῇσι φαείνεται ἀμφοτέρῃσιν,
  • αὐτὸς δʼ εἰς κεφαλὴν ἔτι που τετραμμένος ἄλλῃ
  • Σκορπίον ἀντέλλοντα μένει καὶ ῥύτορα τόξων·
  • οἱ γάρ μιν φορέουσι.
  • Τῶν γὰρ Χηλῶν ἀρχομένων ἀνατέλλειν τὸν Βοώτην φησὶν ὅλον ἀνατεταλκέναι καὶ τὴν Ἀργώ, τοῦ δὲ Ὕδρου τὰ πρὸς τὴν οὐρὰν μόνον ὑπὸ γῆς εἶναι· ἀνατεταλκέναι δὲ τοῦ Ἐνγόνασι τὴν δεξιὰν κνήμην μόνον ἕως τοῦ γόνατος, τὸ δὲ λοιπὸν αὐτοῦ σῶμα πλὴν τῆς ἀριστερᾶς χειρὸς 〈καὶ τῆς κεφαλῆς〉 ὑπὲρ γῆν εἶναι τοῦ Σκορπίου πρὸς τῇ ἀνατολῇ ὄντος· τὴν δὲ ἀριστερὰν χεῖρα καὶ τὴν κεφαλὴν μετέωρον φαίνεσθαι τοῦ Τοξότου ἀνα-

    τέλλοντος. ἀνατέλλειν δέ φησιν ἅμα ταῖς Χηλαῖς καὶ τὸ ἥμισυ τοῦ Στεφάνου καὶ τὴν οὐρὰν τοῦ Κενταύρου· δύνειν δὲ πάλιν τό τε σῶμα τοῦ Ἵππου ὅλον, καὶ τὴν οὐρὰν τοῦ Ὄρνιθος, καὶ τὴν κεφαλὴν τῆς Ἀνδρομέδας, καὶ τοῦ Κήτους τὸ ἀπὸ τῆς οὐρᾶς ἕως τῆς λοφίας, τοῦ δὲ Κηφέως „εκεφαλήν τε καὶ χεῖρα καὶ ὤμους“, καὶ τὸ πλεῖστον μέρος τοῦ Ποταμοῦ. ὁμοίως δὲ καὶ ἐν τούτοις ὁ Ἄρατος τρόπον τινὰ παραγέγραφε τὰ τοῦ Εὐδόξου.

    Τὰ μὲν οὖν λοιπὰ ὑπʼ αὐτῶν ὑγιῶς εἴρηται. περὶ δὲ τοῦ Κενταύρου ὁλοσχερῶς ἠγνοήκασιν· οὔτε γὰρ ἡ οὐρὰ αὐτοῦ καὶ καθόλου τὰ ὀπίσθια πρῶτα ἀνα- τέλλει, ἀλλὰ ὁ ἀριστερὸς ὦμος· πολλῷ γάρ ἐστι βορειό- [*](3. ἀῤ οἵη A, ἀροιη (sic) LP3. || 4. χηλῆσιν B. | φαείνεται om. B || 5. ἐπιτουτετρ. LP3M, ἐπὶ τοῦ τετρ V. || 6. τόξου edd. ||)

    160
    τερος· οὔτε τῇ Παρθένῳ ἄρχεται συνανατέλλειν, ὥς φασιν, ἀλλὰ ταῖς Χηλαῖς· ὁ γὰρ ἀριστερὸς ὦμος αὐτοῦ

    συνανατέλλει τῇ ι΄ μοίρᾳ τῶν Χηλῶν. τῆς δὲ Ἀνδρο- μέδας οὐ μόνον ἡ κεφαλὴ δέδυκε τῶν Χηλῶν πρὸς

    τῇ ἀνατολῇ οὐσῶν, ἀλλὰ καὶ αἱ χεῖρες ἀμφότεραι. τὸ δὲ Κῆτος οὐ τῇ Παρθένῳ ἄρχεται ἀντικαταδύνειν, ὡς οὗτοί φασιν, ἀλλὰ τῷ Λέοντι· τῶν γὰρ ἐν τῇ οὐρᾷ αὐτοῦ δύο λαμπρῶν ὁ μὲν νοτιώτερος ἀντικαταδύνει μέσῃ τῇ ζ΄ καὶ κ΄ μοίρᾳ τοῦ Λέοντος· τὸ μέντοι γε λοιπὸν σῶμα τοῦ Κήτους οὐχ ὅλον τῇ Παρθένῳ ἀντι- καταδύνει, ἀλλʼ ἕως τῆς λοφίας, ὡς ὁ Ἄρατός φησι.

    τοῦ δὲ Κηφέως ἡ κεφαλὴ μόνον δύνει· οἱ δὲ ὦμοι αὐτοῦ ἐν τῷ ἀεὶ φανερῷ τμήματι κεῖνται, καθάπερ προειρήκαμεν. οὐ μόνον δὲ κατὰ τοῦτο ἀγνοοῦσιν, ἀλλὰ καὶ καθʼ ὅ φασι τῇ Παρθένῳ ἀντικαταδύνειν τὴν κεφαλὴν αὐτοῦ· οὐ γὰρ τῇ Παρθένῳ, ἀλλὰ ταῖς Χηλαῖς ἄρχεται ἀντικαταδύνειν· ὁ γὰρ νοτιώτερος τῶν ἐν τῇ κεφαλῇ δύνει ἀνατελλούσης [τῶν] Χηλῶν η΄ μοίρας [τῆς] μέσης.

    Τοῦ δὲ Σκορπίου ἀρχομένου ἀνατέλλειν ὁ Ἄρατός φησι δύνειν μὲν τά τε λοιπὰ μέρη τοῦ Ποταμοῦ, καὶ τὰ λοιπὰ μέρη τῆς Ἀνδρομέδας καὶ τοῦ Κήτους, καὶ τοῦ Κηφέως τὰ ἀπὸ τῶν ὤμων μέχρι τῆς ζώνης, καὶ τὴν Κασσιέπειαν ὅλην πλὴν τὸ ἀπὸ τῶν ποδῶν ἕως

    τῶν γονάτων. ἀνατέλλειν δέ φησι τό τε λοιπὸν τοῦ Στεφάνου, καὶ τὴν οὐρὰν τοῦ Ὕδρου, καὶ τοῦ Κενταύ- ρου τὸ λοιπὸν σῶμα πλὴν τῶν ἐμπροσθίων ποδῶν. ἀνατέλλειν δέ φησι καὶ τὸ Θηρίον, ὃ ἔχει ὁ Κένταυρος, [*](1. ὥς φασιν*] ὥς φησιν A edd., ὡς φησὶν B. || 3. ι΄] ια΄ A edd || 7. αὐτοὶ φασὶν B, οὗτοι φασὶν A. ed. pr. || 11 ὡς)

    162
    καὶ τοῦ Ὀφιούχου τὴν κεφαλὴν καὶ τὰς χεῖρας, καὶ τοῦ Ὄφεως, ὃν ἔχει ὁ Ὀφιοῦχος, τὴν κεφαλὴν ἕως τῆς πρώτης σπείρας, καὶ τοῦ Ἐνγόνασι τὰ λοιπὰ πλὴν τῆς

    κεφαλῆς καὶ τῆς ἀριστερᾶς χειρός. ὁ δὲ Εὔδοξος τὰ μὲν λοιπὰ ὁμοίως ἀναγράφει· τὴν δὲ κεφαλὴν τοῦ Ὀφιούχου οὐ γράφει ἀνατέλλειν, ἀλλὰ τὴν ἀριστερὰν μόνον χεῖρα· τὰ δὲ ἄλλα καὶ τὸ Θηρίον οὐ τοῦ Σκορπίου, ἀλλὰ τοῦ Τοξότου ἀνατέλλοντος ὑπὲρ γῆν [καὶ] φαίνεσθαι.

    Καὶ τὰ μὲν ἄλλα συμφώνως ἀναγράφουσι τοῖς φαινομένοις. τὸ δὲ Θηρίον οὐ ταῖς Χηλαῖς 〈μόνον συνανατέλλει, ὡς ὁ Ἄρατος ὑπολαμβάνει, ἀλλὰ καὶ τῷ Σκορπίῳ· ἄρχεται μὲν γὰρ ἀνατέλλειν τῆς α΄ καὶ κ΄ μοίρας τῶν Χηλῶν ἀναφερομένης,〉 τὸ δὲ λοιπὸν τῷ Σκορπίῳ μέσῳ μάλιστα συναναφέρεται, ὡς καὶ ὁ Εὔδοξός φησι. δῆλον ὅτι καὶ ταῖς Χηλαῖς μέρος τι