In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Πρῶτον μὲν οὖν ὁ Ἄρατος ὑποδεῖξαι βουλόμενος, πῶς διὰ τῆς ἀνατολῆς καὶ τῆς δύσεως τῶν ἄστρων ἐπιγνωσόμεθα τὴν ὥραν τῆς νυκτός, λέγει ταυτί·

  • οὔ κεν ἀπόβλητον δεδοκημένῳ ἤματος εἴη
  • μοιράων σκέπτεσθαι, ὅτʼ ἀντέλλωσιν ἕκασται·
  • αἰεὶ γὰρ τάων γε μιῇ συνανέρχεται αὐτὸς
  • ἠέλιος. τὰς δʼ ἄν κε περισκέψαιο μάλιστα
  • εἰς αὐτὰς ὁρόων· ἀτὰρ εἰ νεφέεσσι μέλαιναι
  • γίνοιντʼ ἢ ὄρεος κεκρυμμέναι ἀντέλλοιεν,
  • σήματʼ ἐπερχομένῃσιν ἀρηρότα ποιήσασθαι.
  • αὐτὸς δʼ ἂν μάλα τοι κεράων ἑκάτερθε διδοίη
  • Ὠκεανός, τά τε πολλὰ περιστρέφεται ἑοῖ αὐτῷ,
  • νειόθεν ὁππῆμος κείνων φορέῃσιν ἑκάστην.
  • φησὶν οὖν ἐν τούτοις μάλιστα μὲν ἡμᾶς ἐπιγνώσεσθαι τὴν ὥραν, ἐὰν αὐτῶν τι τῶν δώδεκα ζῳδίων θεωρῶμεν