In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Προδιειλήφθω δὲ πρῶτον, ὅτι τὴν διαίρεσιν τοῦ ζῳδιακοῦ κύκλου ὁ μὲν Ἄρατος πεποίηται ἀπὸ τῶν τροπικῶν τε καὶ ἰσημερινῶν σημείων ἀρχόμενος, ὥστε ταῦτα τὰ σημεῖα ἀρχὰς εἶναι ζῳδίων, ὁ δὲ Εὔδοξος οὕτω διῄρηται, ὥστε τὰ εἰρημένα σημεῖα μέσα εἶναι, τὰ μὲν τοῦ Καρκίνου καὶ τοῦ Αἰγόκερω, τὰ δὲ τοῦ Κριοῦ καὶ τῶν Χηλῶν.

[*](3. μὲν post ἄρχ. om. B. || 4. γ΄ καὶ δεκάτης A, τρισκαιδεκ. B edd. || 5. τῆς om. B || 7. ἐν ἴσοις χρ. AB (M ἴσοι). | δεκα- δύο A, ιβ΄ LP3M edd., ut solent. || 9. πολλὰ B edd. || 14 ἀνα-)
130

Ὁ μὲν οὖν Ἄρατος διὰ τούτων μάλιστα φανερὸς γίνεται τὰ εἰρημένα σημεῖα ἐν ταῖς ἀρχαῖς τιθεὶς τῶν κατὰ ταῦτα δωδεκατημορίων. περὶ γὰρ τῶν τεσσάρων κύκλων λέγων, τῶν δύο τροπικῶν καὶ τοῦ ἰσημερινοῦ καὶ τοῦ ζῳδιακοῦ, τοὺς μὲν τρεῖς φησιν ἀνατέλλειν τε καὶ δύνειν παραλλήλως ἑαυτοῖς, καὶ ἕκαστον αὐτῶν καθʼ ἓν καὶ τὸ αὐτὸ σημεῖον ἀνατέλλειν καὶ πάλιν δύνειν, τὸν δὲ ζῳδιακὸν ἐν τῇ τοιαύτῃ περιφερείᾳ τοῦ ὁρίζοντος τὰς ἀνατολὰς καὶ δύσεις ποιεῖσθαι, ἡλίκην παραχωρεῖ ἐν αὐτῷ ἀπὸ τῆς τοῦ Αἰγόκερω ἀνατολῆς

ἕως τῆς τοῦ Καρκίνου ἀνατολῆς. λέγει δὲ οὕτως·

  • καὶ τὰ μὲν ἀντέλλει τε καὶ αὐτίκα νειόθι δύνει
  • πάντα παραβλήδην, μία δέ σφεων ἐστὶν ἑκάστου
  • ἐξείης ἑκάτερθε κατηλυσίη ἄνοδός τε.
  • αὐτὰρ ὅ γʼ Ὠκεανοῖο τόσον παραμείβεται ὕδωρ,
  • ὅσσον ἀπʼ Αἰγοκερῆος ἀνερχομένοιο μάλιστα
  • Καρκίνον εἰς ἀνιόντα κυλίνδεται.
  • δῆλον οὖν ἐκ τούτων, ὅτι τὰ τροπικὰ σημεῖα ἐν ταῖς ἀρχαῖς ὑποτίθεται, τὸ μὲν ἐν τῇ τοῦ Καρκίνου, τὸ δὲ ἐν τῇ τοῦ Αἰγόκερω· τὴν γὰρ ὑπὸ τούτων τῶν σημείων ἐν ταῖς ἀνατολαῖς αὐτῶν ἀποτεμνομένην τοῦ ὁρίζοντος

    περιφέρειαν ὁ ζῳδιακὸς ἀνατέλλων ἐπιπορεύεται. δόξαι δʼ ἂν ἐμφαίνειν τοῦτο καὶ ἐξ ὧν περὶ τοῦ Λέοντος λέγων φησίν·

  • ἔνθα μὲν ἠελίοιο θερείταταί εἰσι κέλευθοι,
  • αἱ δέ που ἀσταχύων κενεαὶ φαίνονται ἄρουραι
  • ἠελίου τὰ πρῶτα συνερχομένοιο Λέοντι.
  • [*](4. τῶν δύο transposui, δύο τῶν vulg. || 10. παραχωρεῖεν B ed. pr. || 12. τὰ μὲ Vat. | αὐτίκα] ἀντία edd. || 13. παραβλήδην, sed κ supra β script. M, παρακλήδην V. | μία] ἀμμία A. | ἔστιν A. || 14. κατηλυσίῃ LMV. || 16. αἰγοκέρηος B. || 17. εἰς)
    132
    περὶ γὰρ τὴν τοῦ Κυνὸς ἀνατολὴν καὶ τὰ καύματα μάλιστα γίνεται· αὕτη δὲ γίνεται μετὰ τριάκοντα ἔγγιστα ἡμέρας ἀπὸ τῆς θερινῆς τροπῆς. μετὰ τοσαύτας ἄρα ἡμέρας ἔγγιστα κατʼ αὐτὸν ὁ ἥλιος ἐν τῇ ἀρχῇ τοῦ Λέοντος γίνεται. ἐν ταύτῃ τῇ τροπῇ τοίνυν τὴν ἀρχὴν ἐπέχει τοῦ Καρκίνου.

    Καὶ ὑπὸ τῶν ἀρχαίων δὲ μαθηματικῶν πάντων σχεδὸν ἢ τῶν πλείστων τοῦτον τὸν τρόπον ὁ ζῳδιακὸς κύκλος διῄρητο.

    Ὅτι δὲ Εὔδοξος τὰ τροπικὰ σημεῖα κατὰ μέσα τὰ ζῴδια τίθησι, δῆλον ποιεῖ διὰ τούτων· „δεύτερος δέ „ἐστι κύκλος, ἐν ᾧ 〈αἱ〉 θεριναὶ τροπαὶ γίνονται· ἔστι „δʼ ἐν τούτῳ τὰ μέσα τοῦ Καρκίνου καὶ πάλιν φησί· „τρίτος δʼ ἐστὶ κύκλος, ἐν ᾧ αἰ ἰσημερίαι „γίνονται· ἔστι δʼ ἐν τούτῳ τά τε τοῦ Κριοῦ μέσα καὶ „τὰ τῶν Χηλῶν· τέταρτος δέ, ἐν ᾧ 〈αἱ〉 χειμεριναὶ „τροπαὶ γίνονται· ἔστι δʼ ἐν τούτῳ τὰ μέσα τοῦ