In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Τὰ δὲ περὶ τοῦ Κηφέως λεγόμενα ὅτι συμφώνως τοῖς φαινομένοις Ἄρατος λέγει, καὶ οὐ διαφώνως, ὡς ὁ Ἄτταλος ὑπολαμβάνει, δῆλον ἂν γένοιτο διὰ τούτων.

ἄρχεται μὲν δύνειν τὰ νοτιώτερα αὐτοῦ μέρη τοῦ ἀεὶ φανεροῦ κύκλου ἀνατελλούσης τῆς η' μοίρας τῶν Χηλῶν, λήγει δὲ δύνοντα 〈ἀνατελλούσης〉 τῆς ιγʹ [*](1. ταὐτὸν τῷ coni Scal. || 2. ἢ] εἰ A. || 88. οὐδʼ ὁ*] οὔτε vulg 13. ιδ’ A. ||16. τὸν κολόβορον, ὄν A. |ὅ om. B ed. pr.; ὅπερ addi voluit Scal. || 18. συγκαταδύνειν edd., συγκαταδῦνον coni. Scal. || 19. Ταύρῳ] ταύρου A. || 22. περὶ κηφέως suprascribuntur)

72
μοίρας τῶν Χηλῶν. φανερὸν τοίνυν ὅτι τοῦ Σκορπίου ἀνατέλλοντος δεδυκέναι δεῖ τὰ δύνοντα μέρη τοῦ

Κηφέως. ἐπλανήθη δὲ ὁ Ἄτταλος, λέγων μὴ δύνειν τὸν Κηφέα, ἀλλʼ ἐκ τῶν ἐναντίων ἀνατέλλειν, ἀπεκ- δεξάμενος τοῦ ποιητοῦ τὸ βούλευμα, ὡς προείρηκα, καὶ ὑπολαβὼν τὸν Ἀρατον λέγειν, τοῦ Τοξότου ἀνα- τέλλοντος τόν τε Ὠρίωνα καὶ τὸν Κηφέα δύνειν.

Χωρὶς δὲ τῶν εἰρημένων ἀμφότεροι ἀγνοοῦσιν, ὅ τε Ἄρατος καὶ ὁ Ἄτταλος συναποφαινόμενος αὐτῷ, διότι δύνει ὁ Κηρεὺς τῇ ζώνῃ

  • γαῖαν ἐπιξύων, τὰ μὲν εἰς κεφαλὴν μάλα πάντα
  • βάπτων Ὠκεανοῖο· τὰ δʼ οὐ θέμις, ἀλλὰ τά γʼ
  • αὐτὸν
  • Ἄρκτοι κωλύουσι, πόδας καὶ γοῦνα καὶ ἰξύν.
  • ἐν γὰρ τοῖς περὶ τὴν Ἑλλάδα τόποις οὐχ οἶον ἕως τῆς ζώνης δύνει ὁ Κηφεύς, ἀλλʼ οὐδὲ ἕως τῶν ὤμων. οἱ γὰρ ἐν τῇ κεφαλῇ αὐτοῦ κείμενοι ἀστέρες μόνον δύνουσιν· οἱ δὲ μοι ἐν τῷ ἀεὶ φανερῷ τμήματι φέρονται, οὔτε δύνοντες, οὔτε ἀνατέλλοντες· ὁ μὲν γὰρ ἐν τῷ δεξιῷ ὤμῳ λαμπρὸς ἀστὴρ ἀπέχει ἀπὸ τοῦ πόλου μοίρας λε' Ϟ”, ὁ δὲ ἐν τῷ ἀριστερῷ ὤμῳ λαμπρὸς

    ἀπέχει μοίρας λδ'δ''. ὅπου δέ ἐστιν ἡ μεγίστη ἡμέρα ὡρῶν ιδ’ Ϟ΄΄, ἐκεῖ ὁ ἀεὶ φανερὸς κύκλος ἀπέχει ἀπὸ τοῦ πόλου μοίρας λῆ, ἐν Ἀθήναις δὲ μοίρας λζ΄. δῆλον οὖν ὅτι βορειότεροι ἀεὶ φέρονται τοῦ ἀεὶ φανεροῦ κύκλου οἱ ἐν τοῖς ὤμοις κείμενοι τοῦ Κηφέως λαμπροὶ ἀστέρες ἤ, ὥς τινές 〈φασιν〉, ἐν ταῖς χερσὶ τοῦ Κηφέως, [*](2. τὰ δύνοντα μέρη *] τὰ δύο μέρη A, τὰ βʹ μέρη B edd. 4. ἀπεκδεξάμενος corr.Pet., ἀποδεξ. vulg. || 7. τόν τε] τότε Vat. 11. ἐπιξύει A. || 12. ἀλλὰ τά γʼ αὐτὸν ed. Maass, ἀλλὰ τά τʼ)

    74
    ὡς ἂν διωργυιωμένου αὐτοῦ τῶν ὥμων αὐτῶν ἀν-

    αστερίστων ὄντων. πολλῷ δὲ μεῖζον γίνεται τὸ ἀγνόημα, κἂν ὑποθώμεθα τὸ καθʼ ἑαυτὸ ἔγκλιμα τοῦ κόσμου· ὅπου γὰρ ἡ μεγίστη ἡμέρα ὡρῶν ἐστι ιεʹ, ἐκεῖ ὅλος ὁ Κηρεὺς ἐν τῷ ἀρκτικῷ φέρεται.

    Ἀγνοεῖ δὲ ὁ Ἄρατος καὶ ἐν τῷ ἀστερισμῷ τῆς Ἀργοῦς· φησὶ γὰρ αὐτῆς τὸ ἀπὸ τῆς πρῴρας μέρος ἕως τοῦ ἱστοῦ ἀναστέριστον εἶναι, λέγων οὕτως·

  • καὶ τὰ μὲν ἠερίη καὶ ἀνάστερος ἄχρι παρʼ αὐτὸν
  • ἱστὸν ἀπὸ πρῴρης φέρεται, τὰ δὲ πᾶσα φαεινή.
  • οἱ γὰρ ἐν τῇ ἀποτομῇ τοῦ πλοίου κείμενοι λαμπροὶ ἀστέρες, ὧν ὁ μὲν βορειότερος ἐν τῷ καταστρώματί ἐστιν, ὁ δὲ νοτιώτερος ἐν τῇ τρόπει, πολὺ πρὸς ἀνα- τολὰς παραλλάσσουσιν.

    Ἐν δὲ τοῖς ἐφεξῆς ὁ Ἄρατος ἐπελθὼν τὰ λοιπὰ τῶν νοτιωτέρων ἄστρων τοῦ ζῳδιακοῦ, ἐπιφέρει ταυτί·

  • οἱ δʼ ὀλίγῳ μέτρῳ, ὀλίγῃ δʼ ἐγκείμενοι αἴγλῃ
  • μεσσόθι Πηδαλίου καὶ Κήτεος εἱλίσσονται,
  • γλαυκοῦ πεπτηῶτες ὑπὸ πλευρῇσι Λαγωοῦ.
  • ἐν δὲ τούτοις παρεωρακέναι μοι δοκεῖ (οὕτως γὰρ δεῖ λέγειν), ὑπολαβὼν μεταξὺ τοῦ Πηδαλίου καὶ τοῦ

    Κήτους κεῖσθαι τοὺς ἀνωνύμους ἀστέρας. δεῖ γὰρ [*](1. διωργυομένου P2 M, διωργυωμένου cett. | τῶν ?ὤμων αὐ- τῶν *] τῶν σωμάτων vulg.; τῶν λοιπῶν τοῦ σώματος coni. Scal. 2. τὸ ante ἀγν. om. A edd. 3. ὑποθ. καθʼ ἑαυτοὺς τὸ ἔγκλ. B τὸ κατʼ αὐτὸν ἔγκλ. coni. Scal. || 5. ἐντὸς τοῦ ἀρκτικοῦ leg. esse vid. || 11. φαείνει A. || 12. ἐν τῇ ἀποτ.*] ἐκ τῆς ἀποτ. vulg.||)

    76
    αὐτοὺς μεταξὺ τοῦ Ποταμοῦ καὶ τοῦ Πηδαλίου κεῖσθαι. πρὸς μεσημβρίαν μὲν γὰρ τοῦ Ὠρίωνος ὁ Λαγωὸς κεῖται· τούτου δὲ ἔτι πρὸς μεσημβρίαν οἱ ἀνώνυμοι λεγόμενοι, τούτων δὲ πρὸς ἀνατολὰς τὸ πηδάλιον τῆς

    Ἀργοῦς. ἀπὸ δὲ τοῦ ἀριστεροῦ ποδὸς τοῦ Ὠρίωνος ὁ Ποταμὸς ἕως μὲν τοῦ Κήτους πρὸς δύσιν καθήκει, μετὰ δὲ ταῦτα ἐπιστρέψας πρὸς ἀνατολὰς πάλιν ἐπι-

    στρέφει πρὸς μεσημβρίαν καὶ δύσιν. αὐτὸς δὲ ὁ Ἄρατος τὸ Κῆτός φησι κεῖσθαι

  • βαιὸν ὑπὲρ Ποταμοῦ βεβλημένον ἀστερόεντος.
  • δῆλον οὖν ὅτι τοὺς ὑπὸ τῷ Λαγωῷ ἀστέρας δεῖ κεῖσθαι

    μεταξὺ τοῦ Ποταμοῦ καὶ τοῦ Πηδαλίου. καὶ Εὔδοξος δέ, ὡς ἡμεῖς φαμεν, οὕτω λέγει, ἐν μὲν τῷ ἑνὶ συν- τάγματι τὸν τρόπον τοῦτον· „ὑπὸ δὲ τὸ Κῆτος ὁ „Ποταμὸς κεῖται, ἀρξάμενος ἀπὸ τοῦ ἀριστεροῦ ποδὸς τοῦ Ὠρίωνος· μεταξὺ δὲ τοῦ Ποταμοῦ καὶ τοῦ πηδα- „λίου τῆς Ἀργοῦς, ὑπὸ τὸν Λαγωόν, τόπος ἐστὶν οὐ

    „πολύς, ἀμαυροὺς ἀστέρας ἔχων.“ ἐν δὲ τῷ ἑτέρῳ συντάγματί φησιν οὕτως· „μεταξὺ δὲ 〈τοῦ Ποταμοῦ „καὶ〉 τοῦ τῆς Ἀργοῦς πηδαλίου, ὑπὸ τὸν Λαγωόν, „ἀμαυροὺς ἀστέρας ἔχων, ἐστὶν οὐρανὸς οὐ μέγας.“

    Ὁ δὲ Ἄτταλος τούτου μὲν τοῦ παροράματος οὐκ ἐμνή- σθη, δεόντως εἰρηκέναι νομίζων τὸν Ἄρατον· ἐπιλαμβά- νεται δὲ αὐτοῦ, διότι ἀδυνάτως ἀνέστραπται ἐν τούτοις·

  • οἱ δʼ ὀλίγῳ μέτρῳ, ὀλίγῃ δʼ ἐγκείμενοι αἴγλῃ
  • μεσσόθι Πηδαλίου καὶ Κήτεος εἱλίσσονται,
  • γλαυκοῦ πεπτηῶτες ὑπὸ πλευρῇσι Λαγωοῦ,
  • νώνυμοι· οὐ γὰρ τοι γε τετυγμένου εἰδώλοιο
  • [*](3. πρὸς om. Vat. ||7. μετὰ ταῦτα δὲ B. || 10. βαιὸν] καὶ ὃν B. || 11. λαγῷ AB. || 13. τῷ ἄ B (P3αω. ||14. τὸν om. A.)
    78
  • βέβληνται μελέεσσιν ἐοικότες, οἷά τε πολλὰ
  • ἐξείης στιχόωντα παρέρχεται αὐτὰ κέλευθα
  • ἀνομένων ἐτέων. τά τις ἀνδρῶν οὐκέτʼ ἐόντων
  • ἐφράσατʼ· οὐδʼ ἐνόησεν ἅπαντ’ ὀνομαστὶ καλέσσαι
  • ἤλιθα μορφώσας· οὐ γάρ κʼ ἐδυνήσατο πάντων
  • οἰόθι κεκριμένων ὄνομʼ εἰπεῖν οὐδὲ δαῆναι·
  • πολλοὶ γὰρ πάντη, πολέων δʼ ἐπὶ ἶσα πέλονται
  • μέτρα τε καὶ χροιή, πάντες τε μὲν ἀμφιελικτοί.
  • τῷ καὶ ὁμηγερέας οἱ ἐείσατο ποιήσασθαι
  • ἀστέρας, ὄφρʼ ἐπιτὰξ ἄλλῳ παρακείμενος ἄλλος
  • εἴδεα σημαίνοιεν· ἄφαρ δʼ ὀνομαστὰ γένοντο
  • ἄστρα, καὶ οὐκέτι νῦν ὑπὸ θαύματι λάμπεται
  • ἀστήρ,
  • ἀλλʼ οἱ μὲν καθαροῖς ἐναρηρότες εἰδώλοισι
  • φαίνονται· τὰ δʼ ἔνερθε διωκομένοιο Λαγωοῦ
  • πάντα μάλʼ ἠερόεντα καὶ οὐκ ὀνομαστὰ φέρονται.