In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Ἐπὶ δὲ τοῦ Κριοῦ ὁ Ἄρατος ἀγνοεῖν μοι δοκεῖ, λέγων αὐτὸν ἀφανῆ γίνεσθαι ἐν τῇ πανσελήνῳ διὰ τὴν μικρότητα τῶν ἀστέρων· δεῖν δὲ σημειοῦσθαι τὴν θέσιν αὐτοῦ ἔκ τε τῶν ἐν τῇ ζώνῃ τῆς Ἀνδρομέδας ἀστέρων καὶ ἐκ τοῦ παρακειμένου αὐτῷ ἀπʼ ἄρκτου

Τριγώνου; λέγει γὰρ οὕτως περὶ αὐτοῦ·

  • αὐτοῦ καὶ Κριοῖο θοώταταί εἰσι κέλευθοι.
  • καὶ μετʼ ὀλίγον ἐπιφέρει·
  • αὐτὸς μὲν νωθὴς καὶ ἀνάστερος οἷα σελήνῃ
  • σκέψασθαι, ζώνῃ δʼ ἂν ὅμως ἐπιτεκμήραιο
  • Ἀνδρομέδης· ὀλίγον γὰρ ὑπ αὐτὴν ἐστήρικται.
  • [*](8. τὸ τῶν Ἰχθ. δωδεκατ.*] τὴν τῶν ἰχθ. μ ιβʹ vulg. 11. κατὰ τὴν βʹ μοίραν*] κατὰ τὴν ιβʹ μοῖ vulg. (τὴν om. MV); κατὰ τὸ ιβʹ μόριον coni. Pet. || 12. ἦν om. B edd. || 14. καὶ λαμπρ. om. B. | κατὰ τὴν ιβʹ μ B. || 15. ὡς δὲ Εὔδ. corr. Pet.,)
    58
    καὶ πάλιν·
  • ἔστι δέ τοι καὶ ἔτʼ ἄλλο τετυγμένον ἐγγύθι σῆμα,
  • Δελτωτὸν πλευρῇσιν ἰσαιομένῃσιν ἐοικὸς
  • ἀμφοτέρῃσʼ· ἡ δʼ οὔτι τόση, μάλα δʼ ἐστὶν ἑτοίμη
  • εὑρέσθαι· περὶ γὰρ πολέων εὐάστερός ἐστι·
  • τῶν ὀλίγον Κριοῦ νοτιώτεροι ἀστέρες εἰσίν.