In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

〈Ἐν δὲ τοῖς ἐξῆς ἀγνοεῖ ὁ Ἄρατος, λέγων περὶ τῆς Κασσιεπείας·

  • τοῦ δʼ ἄρα δαιμονίη προκυλίνδεται·
  • κεῖται δὲ ἡ Κασσιέπεια πρὸς ἀνατολὰς τοῦ Κηφέως.〉 καὶ ἐπὶ τῆς Λύρας δὲ ὁμοίως λέγει ὁ Ἄρατος·
  • κὰδ δʼ ἔθετο (φησὶν αὐτὴν ὁ Ἑρμῆς) προπάροιθεν
  • ἀπευθέος εἰδώλοιο.
  • κεῖται δὲ πρὸς ἀνατολὰς τοῦ Ἐνγόνασι. καὶ μὴν οὐδὲ τοῦτʼ ἔστιν εἰπεῖν, ὅτι τὰ πρὸς ἀνατολὰς κείμενα [ἀρρενικῶς] πρότερα καλεῖ ὁ Ἄρατος· τοὐναντίον γὰρ ἐν πολλοῖς τὰ πρὸς δύσιν μέρη πρότερα καλεῖ, εὐθέως γοῦν τὰ περὶ τοῦ Κριοῦ εἰπὼν ἐπιφέρει τὰ περὶ τοὺς Ιχθύας καί φησιν·
  • 〈οἱ δʼ ἄῤ ἔτι προτέρω, ἔτι δʼ ἐν προβολῇσι νότοιο,
  • Ἰχθύες,〉
  • οἳ καὶ προηγοῦνται αὐτοῦ.

    [*](7. ἡ γὰρ] εἰ γὰρ A. | ἔλασσόν ἐστιν A, ἐλάσσω ἐστιν B. 15. καδ᾿ εθετο A, καδδέθετο V, sine acc. L. || 16. ἀπʼ εὐθέος AP3V, ἀπευθεος (sic) L, ἀπευθεοσεῖδόλοιο M. || 18. τοῦτʼ ἐστὶν P1P2, τοῦτό ἐστιν B edd. || 19. [ἀρρεν.] del. esse censuit Scal. |)
    54

    Ψευδῶς δὲ καὶ τοῦτο ὁ Ἄρατος περὶ τῆς Κασσιε- πείας λέγει, ὅτι ἐστὶν

  • οὐ μάλα πολλὴ
  • νυκτὶ φαεινομένη παμμήνιδι Κασσιέπεια·
  • οὐ γάρ μιν πολλοὶ καὶ ἐπημοιβοὶ γανόωσιν·
  • οἱ γὰρ πλεῖστοι τῶν ἐν αὐτῇ δεικνυμένων λαμπρότεροί εἰσι τῶν ἐν τοῖς ὤμοις τοῦ Ὀφιούχου, οὕς φησι καὶ ἐν τῇ πανσελήνῳ ἐκφανεῖς εἶναι, λέγων οὕτως·
  • τοῖοί οἱ κεφαλῇ ὑποκείμενοι ἀγλαοὶ ὦμοι
  • εἴδονται· κεῖνοί γε καὶ ἂν διχόμηνι σελήνῃ
  • εἰσωποὶ τελέθοιεν·
  • σχεδὸν δὲ καὶ τῶν ἐν τῇ Ἀνδρομέδᾳ λαμπρότεροί εἰσι, πλὴν τοῦ ἐν τῇ κεφαλῇ καὶ τοῦ ἑπομένου τῶν ἐν τῇ ζώνῃ, περὶ ἧς φησιν

  • οὔ σε μάλʼ οἴω
  • νύκτα περισκέψασθαι, ἵνʼ αὐτίκα μᾶλλον ἴδηαι·
  • τοίη οἱ κεφαλή, τοῖοι δέ οἱ ἀμφοτέρωθεν
  • ὦμοι καὶ πόδες ἀκρότατοι καὶ ζώματα πάντα.
  • Πάλιν δὲ παρὰ τῴ Εὐδόξῳ ἀναστρέφεται διημαρτη- μένως περὶ τῆς κεφαλῆς τῆς Μεγάλης Ἄρκτου ἐν μὲν τῷ ἑνὶ συντάγματι, ὃ ἐπιγράφεται „Φαινόμενα“, τὸν

    τρόπον τοῦτον· „ὑπὲρ δὲ τὸν Περσέα καὶ τὴν Κασσιέ- „πειαν οὐ πολὺ διέχουσά ἐστιν ἡ κεφαλὴ τῆς Μεγάλης [*](3. πολλῆ Vat. P1, πολὺ P2. 5. οὐ γάρ μοι καὶ ἐπημ. B. inter ἐπημ. et γαν. rasura duarum litt. L | γανόωσι B edd. 8. εἶναι om. B. || 9. τοίοἱοι LM, τοίοιοἱ V. | κεφαλὴ P3, κε- φαλῆ incerto acc. P2. || 10. καὶ ἀνδιχόμηνι A, καὶ ἐν διχόμ. B. || 13. πλὴν τῶν B edd. | τῶν] τοῦ A. || 15. οὑ σε μαλ᾿ LMV. | οἴω Vat. M, οἴῳ P1P3LP3, οἵῳ V, ὀΐω edd. || 17. τοίη οἱ])

    56
    „Ἄρκτου· οἱ δὲ μεταξὺ τούτων ἀστέρες εἰσὶν ἀμαυροί ἐν δὲ τῷ ἐπιγραφομένῳ „Ἐνόπτρῳ“ οὕτως· „ὄπισθεν „δὲ τοῦ Περσέως καὶ παρὰ τὰ ἰσχία τῆς Κασσιεπείας „οὐ πολὺ διαλείπουσα ἡ κεφαλὴ τῆς Μεγάλης Ἄρκτου

    „κεῖται· οἱ δὲ μεταξὺ ἀστέρες εἰσὶν ἀμαυροί οὔτε γὰρ κατὰ τὴν Κασσιέπειαν καὶ τὸν Περσέα κεῖται ἡ κεφαλὴ τῆς Μεγάλης Ἄρκτου, οὔτε μικρὸν αὐτῶν ἀπέχει· ἡ μὲν γὰρ Κασσιέπειά ἐστι κατὰ τὸ τῶν Ιχθύων δωδεκατημόριον, ὁ δὲ Περσεὺς κατὰ τὸν Κριόν, ἡ δὲ κατὰ τὸν Εὔδοξον κεφαλὴ τῆς Μεγάλης

    Ἄρκτου κατὰ τὴν βʹ μοῖραν τοῦ Λέοντος. ἔγγιον οὖν ἦν εἰπεῖν τὸν Περσέα καὶ τὴν Κασσιέπειαν κεῖσθαι κατὰ ἄκραν τὴν οὐρὰν τῆς Μικρᾶς Ἄρκτου· ταύτης γὰρ ὁ ἔσχατος καὶ λαμπρότατος ἀστὴρ κεῖται κατὰ τὴν ιηʹ μοῖραν τῶν Ἰχθύων, ὡς δὲ Εὔδοξος διαιρεῖ τὸν ζῳδιακὸν κύκλον, κατὰ τὴν γʹ μοῖραν τοῦ Κριοῦ.

    Ἐπὶ δὲ τοῦ Κριοῦ ὁ Ἄρατος ἀγνοεῖν μοι δοκεῖ, λέγων αὐτὸν ἀφανῆ γίνεσθαι ἐν τῇ πανσελήνῳ διὰ τὴν μικρότητα τῶν ἀστέρων· δεῖν δὲ σημειοῦσθαι τὴν θέσιν αὐτοῦ ἔκ τε τῶν ἐν τῇ ζώνῃ τῆς Ἀνδρομέδας ἀστέρων καὶ ἐκ τοῦ παρακειμένου αὐτῷ ἀπʼ ἄρκτου

    Τριγώνου; λέγει γὰρ οὕτως περὶ αὐτοῦ·

  • αὐτοῦ καὶ Κριοῖο θοώταταί εἰσι κέλευθοι.
  • καὶ μετʼ ὀλίγον ἐπιφέρει·
  • αὐτὸς μὲν νωθὴς καὶ ἀνάστερος οἷα σελήνῃ
  • σκέψασθαι, ζώνῃ δʼ ἂν ὅμως ἐπιτεκμήραιο
  • Ἀνδρομέδης· ὀλίγον γὰρ ὑπ αὐτὴν ἐστήρικται.
  • [*](8. τὸ τῶν Ἰχθ. δωδεκατ.*] τὴν τῶν ἰχθ. μ ιβʹ vulg. 11. κατὰ τὴν βʹ μοίραν*] κατὰ τὴν ιβʹ μοῖ vulg. (τὴν om. MV); κατὰ τὸ ιβʹ μόριον coni. Pet. || 12. ἦν om. B edd. || 14. καὶ λαμπρ. om. B. | κατὰ τὴν ιβʹ μ B. || 15. ὡς δὲ Εὔδ. corr. Pet.,)
    58
    καὶ πάλιν·
  • ἔστι δέ τοι καὶ ἔτʼ ἄλλο τετυγμένον ἐγγύθι σῆμα,
  • Δελτωτὸν πλευρῇσιν ἰσαιομένῃσιν ἐοικὸς
  • ἀμφοτέρῃσʼ· ἡ δʼ οὔτι τόση, μάλα δʼ ἐστὶν ἑτοίμη
  • εὑρέσθαι· περὶ γὰρ πολέων εὐάστερός ἐστι·
  • τῶν ὀλίγον Κριοῦ νοτιώτεροι ἀστέρες εἰσίν.
  • ἀλλʼ οὐ χρεία σημειοῦσθαι τὸν Κριὸν ἐκ τούτων· οἱ γὰρ ἐν τῇ κεφαλῇ αὐτοῦ κείμενοι ἀστέρες τρεῖς λαμ- πρότεροί εἰσι τῶν ἐν τῇ ζώνῃ τῆς Ἀνδρομέδας, ἔγγιστα δὲ καὶ τῶν ἐν τῷ Τριγώνῳ [οὐ πολὺ λειπόμενοι αὐτῶν]· καλῶς δέ ἐστιν ἐκφανὴς καὶ ὁ ἐν τοῖς ἐμπρο- σθίοις αὐτοῦ ποσὶ κείμενος.

    Ψευδῶς δὲ λέγεται καὶ ταῦτα ὑπὸ τοῦ Ἀράτου·

  • οἱ δʼ ἄῤ ἔτι προτέρω, ἔτι δʼ ἐν προβολῇσι νότοιο,
  • Ἰχθύες.
  • οὐ γὰρ ἀμφότεροι νοτιώτεροί εἰσι τοῦ Κριοῦ, ἀλλʼ ὁ εἷς αὐτῶν. τοῦ γὰρ βορειοτέρου Ἰχθύος οἱ μὲν ἐπὶ τοῦ ῥύγχους μικρῷ νοτιώτεροι ὄντες τοῦ ἑπομένου τῶν ἐν τῇ ζώνῃ τῆς Ἀνδρομέδας ἀπὸ τοῦ βορείου πόλου ἀπέχουσι μοίρας οʹ· ὁ. δὲ ἡγούμενος τῶν ἐν τῇ

    οὐρᾷ ἀπέχει ἀπὸ τοῦ βορείου πόλου μοίρας οηʹ. τῶν δʼ ἐν τῷ Κριῷ ἀστέρων ὁ μὲν βορειότερος καὶ ἐπὶ τοῦ ῥύγχους κείμενος ἀπέχει μοίρας μικρῷ λειπούσας τῶν οηʹ, ὁμοίως δὲ τούτῳ καὶ ὁ βορειότερος τῶν ἐν [*](4. ἀμφοτέρηισʼ, ἣ δʼ οὔτι ed Maass, ἀμφοτέρῃσι δʼ οὔτι A, ἀμφοτέραις· ἡδʼ οὔτι LP3V, ἀμφοτέραις· ἥδ᾿ οὔτι M edd. || 10. τῷ om. A. | [οὐ πολὺ κτλ.] glossema esse videtur. || 11. δʼ ἔστιν A. || 14. προτέρῳ P1P2LP3. || 20. πόλου] πολὺ A. | μ° Θ B ed. pr. || 21. ἀπὸ om. B edd. || 22. δὲ ἐν edd. | βορειώτερος abhinc semper ed. pr. | 22—24. ἐπὶ τοῦ ῥ. — βορειότερος om. LM V, at in L addita sunt ab eodem scriba in margine supe-)

    60
    τῇ οὐρᾷ· οἱ δὲ ἐν ὅλῳ τῷ σώματι κείμενοι τοῦ Κριοῦ πάντες εἰσὶ νοτιώτεροι τούτων. δῆλον οὖν ὅτι βορειό- τερός ἐστιν ὁ εἷς τῶν Ἰχθύων τοῦ Κριοῦ.