In Arati et Eudoxi phaenomena commentariorum libri iii
Hipparchus
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894
Δοκεῖ δέ μοι καὶ περὶ τῶν ἐν ταῖς χερσὶ τοῦ Ὀφιούχου ἀστέρων κατὰ τὸ μέγεθος αὐτῶν ἀγνοεῖν. τοὺς γὰρ ἐν τοῖς ὤμοις τοῦ Ὀφιούχου φήσας λαμπρούς εἶναι, ὥστε καὶ ἐν πανσελήνῳ ἂν θεωρεῖσθαι, ἐπιφέρει·
ἀλλʼ οἱ ἐν ταῖς χερσὶ τοῦ Ὀφιούχου ἀστέρες κοινοί εἰσι καὶ τοῦ Ὄφεως, καθάπερ καὶ αὐτὸς ὁ Ἄρατος λέγει·
Ἑξῆς δὲ περὶ τῶν Χηλῶν ὁ Ἄρατος λέγει·
μηδὲν ὁμοίας αὐτὰς ὑπάρχειν. οὐ δοκεῖ δέ μοι διὰ τοῦτο λέγειν αὐτὰς ,,φαέων ἐπιμεμφέας· καὶ „μηδὲν ἀγαυάς“, ἀλλʼ ὡς ἂν μὴ λαμπράς· καὶ γὰρ ἐν ταῖς Συνανατολαῖς οὕτως λέγει περὶ αὐτῶν·
ἐπιφέρει γοῦν εὐθέως·
Ἐν δὲ τοῖς ἑξῆς περὶ τῆς Ἄρκτου παντελῶς δοκοῦσί μοι ἀγνοεῖν, ὁ μὲν Eὔδοξος οὕτως λέγων· „ὑπὸ δὲ „τὴν κεφαλὴν τῆς Μεγάλης Ἄρκτου οἱ Δίδυμοι κεῖνται, „κατὰ μέσον δὲ ὁ Καρκίνος, ὑπὸ δὲ τοὺς ὀπισθίους „πόδας ὁ Λέων.“ ὁ δὲ Ἄρατος·
ὅτι δὲ ἀγνοοῦσιν, ἐκ τούτων ἐστὶ φανερόν. ἡ μὲν γὰρ κεφαλὴ τῆς Μεγάλης Ἄρκτου κατὰ τοὺς προειρημένους ἄνδρας ἐστὶν ὁ βορειότερος ἀστὴρ τῶν δύο τῶν ἡγου- μένων ἐν τῷ πλινθίῳ, ἐπὶ δὲ τῶν ἐμπροσθίων ποδῶν
κεῖται ὁ νοτιώτερος τῶν αὐτῶν ἀστέρων. ὅτι μὲν γὰρ ὁ προειρημένος ἀστὴρ κατʼ αὐτοὺς ἐπὶ τῆς κεφαλῆς κεῖται, φανερὸν τοῦτο ποιοῦσιν ἔκ [τε] τοῦ λέγειν, τὸν ἐν ἄκρᾳ τῇ οὐρᾷ τοῦ Δράκοντος ἀστέρα κεῖσθαι κατὰ
τὴν κεφαλὴν τῆς Ἄρκτου. οὐκ ἄλλος γὰρ κεῖται ἀστὴρ κατὰ τὸν ἐν ἄκρᾳ τῇ οὐρᾷ τοῦ Δράκοντος, ἀλλʼ ὁ βορειότερος τῶν ἡγουμένων ἐν τῷ πλινθίῳ. ὁ μὲν γὰρ ἐν ἄκρᾳ τῇ οὐρᾷ τοῦ Δράκοντος ἐπέχει ὡς κατὰ παράλληλον κύκλον τοῦ Λέοντος μοίρας γʹ, ὁ δὲ εἰρη- μένος ἀστὴρ ἐν τῷ πλινθίῳ ἐπέχει τοῦ Λέοντος μικρῷ
ἔλασσον τῶν γʹ μοιρῶν. ὅτι δὲ ἐπὶ τῶν ἐμπροσθίων ποδῶν κεῖται ὁ νοτιώτερος τῶν ἡγουμένων ἐν τῷ πλινθίῳ, φανερὸν ποιεῖ ὁ μὲν Εὔδοξος λέγων οὕτως· [*](1. ἔχων τὰ τῶν A. || 5. οὕτω edd. || 7. μέσην A. || 9. μέσῃ AP3M | ὕπο corr. Maass hic et infra, ὑπὸ vulg. || 14. ἔστιν)
τοῦ γὰρ νοτιωτέρου τῶν ἡγουμένων ἐν τῷ πλινθίῳ εἷς μόνος προηγεῖται λαμπρὸς ἀστήρ, ὁ νῦν ἐν τοῖς ἐμπροσθίοις σκέλεσι δεικνύμενος. καθόλου τε οἱ ἀρχαῖοι πάντες τὴν Ἄρκτον ἐκ τῶν ἑπτὰ μόνων ἀστέ-
ρων διετύπουν. φανερὸν δὲ μᾶλλον γίνεται τὸ λεγό- μενον ὑφʼ ἡμῶν ἐπὶ τῆς Μικρᾶς Ἄρκτου. ὁμολογου- μένως γὰρ ἐπʼ ἐκείνης ἥ τε κεφαλὴ καὶ οἱ πόδες ἐν τοῖς τέσσαρσιν ὑπʼ αὐτῶν τίθενται τοῖς τὸ πλινθίον περιέχουσιν· ἄλλοι γὰρ αὐτοῖς ἐκφανεῖς οὐ παράκεινται, καθάπερ τῷ μεγάλῳ πλινθίῳ, ὥστε συσχηματίσαι τὴν κεφαλὴν αὐτῆς καὶ τοὺς πόδας περιλαμβανομένους ὑπὸ τῆς σπείρας τοῦ Δράκοντος, ὥς φησι·