Περὶ δὲ τῆς θέσεως τῆς Μεγάλης Ἄρκτου ὁ μὲν Εὔδοξός φησιν· „ὑπὸ δὲ τὴν κεφαλὴν τῆς Μεγάλης „Ἄρκτου οἱ Δίδυμοι κεῖνται, 〈κατὰ μέσον δὲ ὁ Καρκί- „νος,〉 ὑπὸ δὲ τοὺς ὀπισθίους πόδας ὁ Λέων. πρὸ „δὲ τῶν ἐμπροσθίων ποδῶν τῆς Ἄρκτου ἀστήρ ἐστι „〈λαμπρός〉, λαμπρότερος δὲ ὑπὸ τὰ ὀπίσθια γόνατα,
„καὶ ἄλλος ὑπὸ τοὺς ὀπισθίους πόδας ὁ δὲ Ἄρατος·
κρατὶ δέ οἱ Δίδυμοι, μέσση δʼ ὕπο Καρκίνος ἐστί,ποσσὶ δʼ ὀπισθοτέροισι Λέων ὕπο καλὰ φαείνει. ἐπὶ δὲ τῶν εἰρημένων ἀστέρων·
τοῖός οἱ πρὸ ποδῶν φέρεται καλός τε μέγας τεεἷς μὲν ὑπωμαίων, εἷς δʼ ἰξυόθεν κατιόντων,ἄλλος δʼ οὐραίοις ὑπὸ γούνασιν.[*](5. πόδα ἔχει B || 7. τόν τε A. | ὑπὸ τὸν νῶτον — Εὔδ. φησι om. B. || 11. ἔστι A. || 20. ὕπο corr. Maass hic et infra, ὑπὸ vulg. | καρκίνος A. ed. pr. hic et sic semper. || 24. ὑπω-)14
Ἐπὶ δὲ τοῦ Ἡνιόχου ὁ μὲν Εὔδοξός φησι· „κατέ- „ναντι δὲ τῆς κεφαλῆς τῆς Μεγάλης Ἄρκτου ὁ Ἡνίοχος „ἔχει τοὺς ὤμους λοξὸς ὢν ὑπὲρ τοὺς πόδας τῶν „Διδύμων, ἔχων τὸν δεξιὸν πόδα κοινὸν τῷ ἐν ἄκρῳ „τῷ ἀριστερῷ κέρατι τοῦ Ταύρου ὁ δὲ Ἄρατος ἐπ αὐτοῦ φησιν οὕτως·
Ἑλίκης δέ οἱ ἄκρα κάρηναἀντία δινεύει. καὶ πάλιν·
λαιοῦ δὲ κεράατος ἄκρονκαὶ πόδα δεξιτερὸν παρακειμένου Ἡνιόχοιοεἷς ἀστὴρ ἐπέχει. Ἐπὶ δὲ τοῦ Κηφέως ὁ μὲν Εὔδοξος οὕτως· „ὑπὸ „δὲ τὴν οὐρὰν τῆς Μικρᾶς Ἄρκτου τοὺς πόδας ὁ „Κηρεὺς ἔχει πρὸς ἄκραν τὴν οὐρὰν τρίγωνον ἰσό- ,,πλευρον ποιοῦντας· τὸ δὲ μέσον αὐτοῦ πρὸς τῇ καμπῇ
„τοῦ διὰ τῶν Ἄρκτων Ὄφεως. ὁ δὲ Ἄρατός φησιν·
ἴση οἱ στάθμη νεάτης ἀποτείνεται οὐρῆςεἰς πόδας ἀμφοτέρους, ὅσση ποδὸς εἰς πόδα τείνει,αὐτὰρ ἀπὸ ζώνης ὀλίγον κε μεταβλέψειαςπρώτης ἱέμενος καμπῆς σκολιοῖο Δράκοντος. παῤ ἑκατέρῳ δʼ αὐτῶν τὸ πρῶτόν ἐστι ψεῦδος· τὸ γὰρ μεταξὺ τῶν ποδῶν τῶν τοῦ Κηφέως διάστημα ἔλασσόν ἐστιν ἑκατέρου τῶν πρὸς τὴν οὐρὰν διαστη- μάτων.
[*](1. κατέναντι δὲ om. B. || 10. λαοῦ Vat. || 11. παρακειμένου*] παρακείμενον vulg. || 16. κάμπη abhinc semper etiam A. 21. πρώτης ἱέμενος corr. Maass, πρώτη δʼ ἰέμενος Vat., πρώτη διʼ ἐμενος (sic) P1P2, πρώτης ἰέμενος B, πρώτης δʼ ἱέμενος edd. ||)16
Πάλιν ἐπὶ τῆς Κασσιεπείας ὁ μὲν Εὔδοξος· ,,τοῦ ,,μὲν Κηφέως ἔμπροσθέν ἐστιν ἡ Κασσιέπεια, ταύτης ,,δὲ ἔμπροσθεν ἡ Ἀνδρομέδα, τὸν μὲν ἀριστερὸν ὦμον ,,ἔχουσα τῶν Ἰχθύων ὑπὲρ τοῦ πρὸς βορρᾶν, τὴν δὲ ,,ζώνην ὑπὲρ τοῦ Κριοῦ, πλὴν τὸ Τρίγωνον, ὅ ἐστι ,,μεταξύ· τὸν δʼ ἐν τῇ κεφαλῇ ἀστέρα κοινὸν ἔχει τῷ
,,τῆς κοιλίας τοῦ Ἵππου·“ ὁ δὲ Ἄρατος·
τοῦ δʼ ἄρα δαιμονίη προκυλίνδεται οὐ μάλα πολλὴνυκτὶ φαεινομένη παμμήνιδι Κασσιέπεια. καὶ μετʼ ὀλίγον·
αὐτοῦ γὰρ κἀκεῖνο κυλίνδεται αἰνὸν ἄγαλμαἈνδρομέδης ὑπὸ μητρὶ κεκασμένον. καὶ πάλιν·
ξυνὸς δʼ ἐπιλάμπεται ἀστὴρτοῦ μὲν ἐπʼ ὀμφαλίῳ, τῆς δʼ ἐσχατόωντι καρήνῳ. καὶ πάλιν ἐπὶ τοῦ Κριοῦ·
ζώνῃ δʼ ἂν ὅμως ἐπιτεκμήραιοἈνδρομέδης· ὀλίγον γὰρ ὑπʼ αὐτὴν ἐστήρικται. καὶ ἔτι·
Ἀνδρομέδης δέ τοι ὦμος ἀριστερὸς Ἰχθύος ἔστωσῆμα βορειοτέρου· μάλα γάρ νύ οἱ ἐγγύθεν ἐστίν. Ἐπὶ δὲ τοῦ Περσέως ὁ μὲν Εὔδοξος οὕτως λέγει· ,,παρὰ δὲ τοὺς πόδας τῆς Ἀνδρομέδας ὁ Περσεύς ἔχει ,,τοὺς ὤμους, τὴν δεξιὰν χεῖρα πρὸς τὴν Κασσιέπειαν [*](3. ἔμπροσθεν] ὑποκάτω scribendum esse videtur. || 5. πλὴν καὶ τρίγ. Ur. || 8. πολλῆ A. || 9. φαινομένη Ur. 15. ἐσχατοώεντι A (ώε in ras. P2). | καρκήνῳ M, καρκίνω in marg. (in textu)
18
„ἀποτείνων, τὸ δὲ ἀριστερὸν γόνυ πρὸς τὰς Πλειάδας.“ ὁ δὲ Ἄρατος περὶ τῆς Ἀνδρομέδας φησίν·
ἀμφότεροι δὲ πόδες γαμβροῦ ἐπισημαίνοιενΠερσέως, οἵ ῥά οἱ αἰὲν ἐπωμάδιοι φορέονται. καὶ πάλιν·
καί οἱ δεξιτερὴ μὲν ἐπὶ κλισμὸν τετάνυσταιπενθερίου δίφροιο. καὶ μετʼ ὀλίγον·
ἄγχι δέ οἱ σκαιῆς ἐπιγουνίδος ἤλιθα πᾶσαιΠληϊάδες φορέονται· ὁ δʼ οὐ μάλα πολλὸς ἁπάσας〈χῶρος ἔχει〉. Ἐπὶ δὲ τοῦ Ὄρνιθος ὁ μὲν Εὔδοξος· „παρὰ δὲ „τὴν δεξιὰν χεῖρα τοῦ Κηφέως ἡ δεξιὰ πτέρυξ ἐστὶ „τοῦ Ὄρνιθος, παρὰ δὲ τὴν ἀριστερὰν πτέρυγα οἱ „πόδες τοῦ Ἵππου ὁ δὲ Ἄρατός φησιν ἐπὶ τοῦ Ὄρνιθος·
κατὰ δεξιὰ χειρὸςΚηφείης ταρσοῖο τὰ δεξιὰ πείρατα φαίνων,λαιῇ δὲ πτέρυγι σκαρθμὸς παρακέκλιται Ἵππου. καὶ ἄλλων δὲ πλειόνων ὄντων, ἅπερ ἂν δόξειεν οἱονεὶ παραγεγράφθαι, ἀρκέσει καὶ ταῦτα χάριν τοῦ μὴ μηκύνειν.