In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Τὸν δὲ Στέφανον ὁ μὲν Εὔδοξός φησιν ὑπὸ τὸν νῶτον τοῦ Ἐνγούνασι κεῖσθαι· ὁ δὲ Ἄρατος·

  • νώτῳ μὲν Στέφανος πελάει, κεφαλῇ γε μὲν ἄκρῃ
  • σκέπτεο πὰρ κεφαλὴν Ὀφιούχεο〈ν〉.
  • περὶ ὧν καὶ ὁ Εὔδοξός φησι· „πλησίον δʼ ἐστὶ τῆς „τούτου κεφαλῆς ἡ τοῦ Ὀφιούχου κεφαλή.“

    Περὶ δὲ τῆς θέσεως τῆς Μεγάλης Ἄρκτου ὁ μὲν Εὔδοξός φησιν· „ὑπὸ δὲ τὴν κεφαλὴν τῆς Μεγάλης „Ἄρκτου οἱ Δίδυμοι κεῖνται, 〈κατὰ μέσον δὲ ὁ Καρκί- „νος,〉 ὑπὸ δὲ τοὺς ὀπισθίους πόδας ὁ Λέων. πρὸ „δὲ τῶν ἐμπροσθίων ποδῶν τῆς Ἄρκτου ἀστήρ ἐστι „〈λαμπρός〉, λαμπρότερος δὲ ὑπὸ τὰ ὀπίσθια γόνατα,