In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Ὅτι μὲν οὖν τῇ Εὐδόξου περὶ τῶν φαινομένων ἀναγραφῇ κατηκολούθηκεν ὁ Ἄρατος, μάθοι μὲν ἄν τις διὰ πλειόνων παρατιθεὶς τοῖς ποιήμασιν αὐτοῦ περὶ ἑκάστου τῶν λεγομένων τὰς παρὰ τῷ Εὐδόξῳ λέξεις. οὐκ ἄχρηστον δὲ καὶ νῦν διʼ ὀλίγων ὑπομνῆσαι

διὰ τὸ διστάζεσθαι τοῦτο παρὰ τοῖς πολλοῖς. ἀνα- φέρεται δὲ εἰς τὸν Εὔδοξον δύο βιβλία περὶ τῶν φαινομένων, σύμφωνα κατὰ πάντα σχεδὸν ἀλλήλοις πλὴν ὀλίγων σφόδρα. τὸ μὲν οὖν ἓν αὐτῶν ἐπι- γράφεται ,,Ἔνοπτρον“, τὸ δὲ ἕτερον ,,Φαινόμενα“. πρὸς τὰ Φαινόμενα δὲ τὴν ποίησιν συντέταχεν.