In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

αὐτὸν ὑπὸ τοῦ προειρημένου κύκλου. ὁμοίως δὲ καὶ [*](3. τοῦ om. A. || 6. ἰστοῦ Vat. || 7. τὸ μέσον] τομὴν A. hic et infra, τὸ μεσ`|του L. || 8. δʼ ὄρν. P1P2. || 10. καὶ αὐτόν· καὶ B.)

118
ὁ Ὄρνις ὅλος πρὸς ἀνατολὰς κεῖται τοῦ εἰρημένου κύκλου· ὁ γὰρ ἡγούμενος ἐν αὐτῷ καὶ ἐπʼ ἄκρου τοῦ ῥύγχους ἐπέχει 〈τοῦ Αἰγόκερω〉 μοίρας α΄ Ϟ″· τῶν δὲ ἐν ἄκρᾳ τῇ δεξιᾷ πτέρυγι ὁ μάλιστα πρὸς δύσιν κείμενος ἐπέχει τοῦ Αἰγόκερω πλεῖον ἢ μοίρας Ϛ΄ Ϟ″· οὐκ ἄρα δυνατὸν οὔτε τὸν αὐχένα τοῦ Ὄρνιθος οὔτε τὴν δεξιὰν πτέρυγα αὐτοῦ ἐπὶ τοῦ εἰρημένου κύκλου

κεῖσθαι. τοῦ γε μὴν Κηφέως ἡ ἀριστερὰ χεὶρ πολὺ ὅλως παραλλάσσει τὸν εἰρημένον κύκλον πρὸς ἀνατολάς· καὶ γὰρ οἱ ἐν τῇ κεφαλῇ αὐτοῦ οἱ ἡγούμενοι μάλιστα τοῦ Ὑδροχόου ἐπέχουσι πλεῖον ἢ μοίρας ι΄, ὁ δὲ ἐν τῇ ἀριστερᾷ χειρὶ λαμπρὸς ἀστήρ, ὃν ἐν τῷ ὤμῳ τινὲς τιθέασι, τοῦ Ὑδροχόου ἐπέχει μοίρας κε΄· παρὰ μικρὸν οὖν δύο ζῴδια παραλλάσσει. περὶ μέντοι τῆς καμπῆς τοῦ Ὄφεως καὶ τῆς οὐρᾶς τῆς Μικρᾶς Ἄρκτου ὀρθῶς ἀπεφήνατο.

Εν δὲ τῷ ἑτέρῳ κολούρῳ φησὶ κεῖσθαι πρῶτον μὲν τὴν ἀριστερὰν χεῖρα τοῦ Ἀρκτοφύλακος καὶ τὰ μέσα αὐτοῦ κατὰ μῆκος· εἶτα τὰ μέσα τῶν Χηλῶν κατὰ πλάτος καὶ τοῦ Κενταύρου τὴν δεξιὰν χεῖρα καὶ τὰ ἐμπρόσθια γόνατα· μετὰ δὲ τὸν ἀφανῆ πόλον 〈τὴν〉 καμπήν τε τοῦ Ποταμοῦ καὶ 〈τοῦ〉 Κήτους τὴν κεφαλὴν καὶ τοῦ Κριοῦ τὰ νῶτα κατὰ πλάτος καὶ τοῦ Περσέως τὴν κεφαλὴν καὶ τὴν δεξιὰν χεῖρα.

Ἡ μὲν οὖν ἀριστερὰ χεὶρ τοῦ Ἀρκτοφύλακος ὑπο- λείπεται τοῦ εἰρημένου κύκλου ὡς ἥμισυ μέρος ζῳδίου καὶ οὐκ ἐπʼ αὐτοῦ φέρεται τοῦ διὰ τῶν ἰσημερινῶν σημείων κύκλου, ὡς Εὔδοξός φησιν· ὁ γὰρ ἡγούμενος [*](2. ἐν αὐτῷ*] ἐπʼ αὐτοῦ vulg. || 3. ῥύγχους ἐπέχει] ῥύγχου σαω A. | ἀπέχει B edd. || 5. ἀπέχει A Ur. | τοῦ Αἰγ.*] τοῦ πρώτου οὐ A., τοῦ ᾱ οὐ B edd. | πλέον A edd. || 6. οὔτε τὸν*])

120
τῶν ἐν αὐτῇ ἐπέχει Χηλῶν πλεῖον ἢ μοίρας ιγ΄.

ἀγνοεῖ δὲ καὶ μέσον αὐτοῦ τὸ σῶμα κατὰ μῆκος ὑπὸ τοῦ εἰρημένου κύκλου τέμνεσθαι λέγων· ὁ μὲν γὰρ ἐπὶ τῆς κεφαλῆς ἀστὴρ ἐπέχει Χηλῶν περὶ μοίρας ιϚ΄ καὶ δίμοιρον, ὁ δὲ ἐν τῷ δεξιῷ ποδὶ ἐπέχει Χηλῶν περὶ μοίρας κδ΄ Ϟ″ δ″, ὁ δὲ ἐν τῇ ζώνῃ λαμπρὸς

ἐπέχει Χηλῶν περὶ μοίρας ιδ΄ καὶ γ″. ὁ δὲ ἐν τῇ δεξιᾷ χειρὶ τοῦ Κενταύρου ὑπολείπεται τοῦ εἰρημένου κύκλου περὶ τέταρτον μέρος ζῳδίου· ἐπέχει γὰρ Χηλῶν μοίρας η΄. ἡ δὲ κεφαλὴ τοῦ Κήτους ὑπολείπεται μὲν τοῦ προειρημένου κύκλου, οὐ πολὺ δέ ὁ γὰρ Σύν- δεσμος τῶν Ἰχθύων, ὃς κεῖται κατὰ τὴν κεφαλὴν τοῦ Κήτους ἐπὶ τῆς λοφίας αὐτοῦ, ἐπέχει Κριοῦ μοίρας

γ΄ δ″. καὶ μὴν οὐδὲ τοῦ Κριοῦ τὰ νῶτα ἐπὶ τοῦ εἰρημένου κύκλου κεῖται, ἀλλὰ ὑπολείπεται πλεῖον ἢ τρίτον μέρος ζῳδίου· ὁ γὰρ ἐν μέσῳ τῷ νώτῳ αὐτοῦ κείμενος ἀστὴρ ἐπέχει Κριοῦ μοίρας ια΄ Ϟ″. ὁμοίως δὲ καὶ τοῦ Περσέως ἥ τε δεξιὰ χεὶρ καὶ ἡ κεφαλὴ ὑπολεί- πονται τοῦ εἰρημένου κύκλου περὶ τρίτον μέρος ζῳδίου.

Τοῖς προειρημένοις, ὦ Αἰσχρίων, περὶ τῶν ὑπὸ Ἀράτου καὶ Εὐδόξου καταγεγραμμένων ἐν τοῖς Φαινο- [*](5. ὁ δʼ ἐν A. || 6. περὶ μοιρῶν A, sed antea et infra περὶ μοι. || 7 ὁ δʼ ἐν A. || 12. κατὰ*] μετὰ vulg. || 16. νότῳ Vat || 18. ἡ om. Ur. || 19. ln fine libri: Ἱππάρχου τῶ (LM, τῶν P3, τῷ V))

122
μένοις συνάψωμεν νῦν τὸν περὶ συνανατολῆς καὶ συγκαταδύσεως τῶν ἄστρων λόγον, ὑποδεικνύντες, ὅσα τε δεόντως ὑπʼ αὐτῶν εἴρηται, καὶ ἐν οἷς διαφωνοῦντες [οὐ] πρὸς τὰ φαινόμενα τὰς ἀποφάσεις πεποίηνται.

Πρῶτον μὲν οὖν ὁ Ἄρατος ὑποδεῖξαι βουλόμενος, πῶς διὰ τῆς ἀνατολῆς καὶ τῆς δύσεως τῶν ἄστρων ἐπιγνωσόμεθα τὴν ὥραν τῆς νυκτός, λέγει ταυτί·

  • οὔ κεν ἀπόβλητον δεδοκημένῳ ἤματος εἴη
  • μοιράων σκέπτεσθαι, ὅτʼ ἀντέλλωσιν ἕκασται·
  • αἰεὶ γὰρ τάων γε μιῇ συνανέρχεται αὐτὸς
  • ἠέλιος. τὰς δʼ ἄν κε περισκέψαιο μάλιστα
  • εἰς αὐτὰς ὁρόων· ἀτὰρ εἰ νεφέεσσι μέλαιναι
  • γίνοιντʼ ἢ ὄρεος κεκρυμμέναι ἀντέλλοιεν,
  • σήματʼ ἐπερχομένῃσιν ἀρηρότα ποιήσασθαι.
  • αὐτὸς δʼ ἂν μάλα τοι κεράων ἑκάτερθε διδοίη
  • Ὠκεανός, τά τε πολλὰ περιστρέφεται ἑοῖ αὐτῷ,
  • νειόθεν ὁππῆμος κείνων φορέῃσιν ἑκάστην.
  • φησὶν οὖν ἐν τούτοις μάλιστα μὲν ἡμᾶς ἐπιγνώσεσθαι τὴν ὥραν, ἐὰν αὐτῶν τι τῶν δώδεκα ζῳδίων θεωρῶμεν

    ἀνατέλλον. τὸν γὰρ γινώσκοντα, ἐν ᾦ ἐστι ζῳδίῳ ὁ ἥλιος καὶ καθʼ ὃ μέρος αὐτοῦ, καὶ διότι ἐν πάσῃ νυκτὶ ἓξ ζῴδια ἀνατέλλει, ῥᾳδίως ὑπελάμβανε συνήσειν ἐκ τοῦ ἀνατέλλοντος ζῳδίου τὴν τῆς νυκτὸς ὥραν. εἰ μέντοι γε ἢ διὰ ὄρη ἢ διὰ νέφη μὴ εἴη φανερὸν τὸ [*](1. νυνὶ A. | περὶ τῆς ἀνατολῆς A. || 3. διαφωνοῦντες corr. Scal., διασαφοῦντες vulg. || 7. ἐπιλέγει B. || 8. οὐκ ἐναπόβλ. Vat., οὐκ ἐν ἀπ. P1P2V, οὔκεν ἀπ. P3. | δεδοκημένον A, δεδόκειμεν B, δεδοκειμένῳ ed. pr. | ἥματος AB ed. pr. || 9. σκέπτονται A. | ὅταν τέλλωσιν A; ὅτʼ ἀντέλλῃσιν ἑκάστη adnotat Pet. || 10. ᾀεὶ P3, ἀεὶ MV. || 11. στὰς δʼ ἂν καὶ A, τὰς δʼ ἄγκε B ed. pr. | αὖ κε pro ἄγκε coni. Scal. || 12. εἰ] ἢν B edd. | νεφέεσι Vat. | μελαί- νει A. || 13. ἠόρεος Vat., ἠ ὄρεος P1P2. | ἀντέλλοιε A. || 14. ἐπερχο-)

    124
    ἀνατέλλον ζῴδιον, ἐκ τῶν λοιπῶν ἀστέρων τῶν ἐκτὸς τοῦ ζῳδιακοῦ κύκλου, κειμένων δʼ ἐγγὺς τοῦ ὁρίζοντος, ἐπιγνώσεσθαι ἡμᾶς τὸ ἀνατέλλον ζῴδιον, ἐὰν ἴδωμεν, ποῖα τῶν ἄστρων ἑκάστῳ ζῳδίῳ συνανατέλλει ἢ ἀντι- καταδύνει.

    Πρῶτον μὲν οὖν ἀγνοεῖ, ὑπολαμβάνων ἀρκεῖν πρὸς τὸ τὴν ὥραν ἐπιγνῶναι τῆς νυκτὸς τὸ συλλογίσασθαι, πόσα ἔτι ζῴδια καταλείπεται εἰς τὴν τοῦ ἡλίου ἀνατολήν· τοῦτο γὰρ ἐγίνετο 〈ἄν〉, εἰ ἐν ἴσῳ χρόνῳ ἕκαστον τῶν ζῳδίων ἀνέτελλεν. ἐπεὶ δὲ μεγάλην εἶναι συμβαίνει διαφορὰν ἐν ταῖς ἀνατολαῖς τῶν δώδεκα ζῳδίων, ἀγνοήσει τὴν τῆς νυκτὸς ὥραν ὁ τῷ προειρημένῳ

    συλλογισμῷ χρώμενος. μάλιστα δʼ ἄν τις θαυμάσειε, πῶς καὶ ὁ Ἄτταλος συγκατατίθεται τούτῳ· λέγει γὰρ τὸν τρόπον τοῦτον· „ἐν δὲ τοῖς ἐχομένοις πειρᾶται „ὑποδεικνύειν, πῶς ἄν τις διὰ τῶν ἄστρων δύναιτο „τὴν ὥραν τῆς νυκτὸς ἐπιγινώσκειν. ἐπεὶ γάρ ἐστιν „ἀρχὴ νυκτὸς ἡλίου δύσις, ὁ δὲ ἥλιος ἀεὶ ἔν τινι τῶν .,δώδεκα ζῳδίων ἐστίν, δῆλον ὅτι τῷ γινώσκοντι, ἐν „τίνι τε ζῳδίῳ ὁ ἥλιός ἐστι καὶ ἐν πόστῃ μοίρᾳ τοῦ „ζῳδίου, ῥᾴδιόν ἐστιν ἐπιγνῶναι, καὶ ποῖον ζῴδιον ἐν

    „ἀρχῇ τῆς νυκτὸς ἀνατέλλει καὶ ποία μοῖρα. τῇ γὰρ „ὑπὸ τοῦ ἡλίου κατεχομένῃ μοίρᾳ ἡ κατὰ διάμετρον „κειμένη τὴν ἀνατολὴν κατὰ τὴν ἀρχὴν τῆς νυκτὸς ,,ποιήσεται. τοῦτο δὲ προϊστορηκὼς καὶ ἐπεγνωκώς, „ὅτι ἐν πάσῃ νυκτὶ ἓξ ζῴδια πρὸς τῇ ἀνατολῇ ἀν- „ίσχουσι, γνώσεται, καὶ πόσον τῆς νυκτὸς παρεληλυθός „ἐστι, καὶ πόσον ἕτι λοιπὸν ἕως τῆς τοῦ ἡλίου ἀνατολῆς.“

    [*](3. ἴδωμεν] εἰδῶμεν leg. esse vid. || 4. συγκαταδύνει B edd. | 8. καταλείπονται B. || 9. ἐν ἴσῳ χρόνῳ εἰ ἕκαστον B ed. pr., εἰ ἐν ἴσῳ χρόνῳ ἓ ἕκαστον Ur, ἓν ἕκ. corr. Migne. || 10. συμβαίνει)
    126

    Μετὰ δὲ ταῦτα λέληθεν ἀμφοτέρους αὐτούς, ὅτι οὐδʼ ἂν αὐτὸ τὸ ζῴδιον βλέπῃ τις ἀνατεταλκός, δυνατόν ἐστιν ἀκριβῶς τὴν ὥραν τῆς νυκτὸς συλλογίσασθαι κατὰ τὸν προειρημένον τρόπον. εἰ μὲν γὰρ ἕκαστον τῶν ἠστερισμένων καὶ βλεπομένων ζῳδίων συνεπληροῦτο καὶ ἓν δωδεκατημόριον τοῦ ζῳδιακοῦ κύκλου, παῤ αὐτὴν μόνην τὴν ἐν ταῖς ἀνατολαῖς τῶν χρόνων

    ἀνισότητα διεπίπτομεν 〈ἄν〉. ἐπεὶ δὲ οὔτε τοῖς δωδε- κατημορίοις ἴσα ἐστὶ τὰ φαινόμενα ζῴδια, οὔτʼ ἐν τοῖς ἰδίοις κεῖται τόποις ἅπαντα, ἀλλὰ τινὰ μὲν αὐτῶν ἐλάσσονά ἐστι τοῦ δωδεκατημορίου, τινὰ δὲ πολλῷ μείζονα, καθάπερ εὐθέως ὁ μὲν Καρκίνος οὐδὲ τὸ τρίτον μέρος ἐπέχει τοῦ δωδεκατημορίου, ἡ δὲ Παρθένος καὶ τοῦ Λέοντος καὶ τῶν Χηλῶν ἐπιλαμβάνει, τῶν δὲ Ἰχθύων ὁ νοτιώτερος ὅλος σχεδὸν ἐν τῷ τοῦ Ὑδροχόου κεῖται δωδεκατημορίῳ, πῶς ἂν εἴη δυνατὸν ἐκ τῆς τοιαύτης τῶν δώδεκα ζῳδίων ἐπιτολῆς 〈τὴν〉 τῆς

    νυκτὸς ὥραν συλλογίσασθαι; ὅταν δέ τινα αὐτῶν μηδὲ ἐν τῷ ζῳδιακῷ κύκλῳ τυγχάνῃ ὅλα κείμενα, ἀλλὰ πολλῷ βορειότερα, καθάπερ ἔχει ὅ τε Λέων καὶ ὁ βορειό- τερος τῶν Ἰχθύων, δῆλον ὅτι πολλῷ μᾶλλον ἀγνοήσει τὴν ὥραν ὁ ἐκ τῆς ἀνατολῆς τῶν φαινομένων ζῳδίων

    συλλογισμὸς αὐτῶν. εὐθέως οὖν 〈ἐπεὶ〉 τοῦ ἠστερισ- μένου Καρκίνου ἀνατεταλκότος ἡ τοῦ Λέοντος κεφαλὴ ἀναφέρεται ἐν τῷ ὑποκειμένῳ ὁρίζοντι, συνανατελλούσης αὐτῇ τῆς η΄ μοίρας τοῦ Καρκίνου, ὁ Ἄρατος θεωρῶν τὴν κεφαλὴν τοῦ Λέοντος ἀνατέλλουσαν καὶ ὑπολαμβάνων [*](2. 3. δυνατόν — τῆς νυκτὸς om. Vat., suprascr. m. 3 (in- certum utrum δυνατός an δυνατόν, quod praeb. P1P2). | δυνα- τός B edd. || 5. ἐστερισμ. A. || 6. καὶ ἓν*] καθʼ vulg. || 7. μόνον A || 8. οὔτε*] οὐδὲ A edd., οὐ B. || 10. ἀλλά τινα Ur. ||)

    128
    τὸ κατὰ τὸν Λέοντα δωδεκατημόριον ἀναφέρεσθαι,

    τρισὶν ὅλοις ἡμιωρίοις ἀγνοήσει. πάλιν ὁ [μὲν] Σκορπίος ἄρχεται μὲν δύνειν ἀνατελλούσης Κριοῦ μοίρας ιγ΄ μέσης, ὅλος δὲ ὑπὸ τὸν ὁρίζοντα γίνεται ἀνατελλούσης τῆς Ϛ΄ μοίρας τοῦ Ταύρου. ἀποδεδείχαμεν γὰρ τὰ τοιαῦτα πάντα ἐν τοῖς περὶ τῶν συνανατολῶν.

    δῆλον οὖν ὅτι, χωρὶς τοῦ ἐν ἀνίσοις χρόνοις τὰ δώδεκα ζῴδια ἀναφέρεσθαι, διὰ τὸ καὶ ἀνισομεγέθη εἶναι τὰ ζῴδια καὶ ἀτάκτως κεῖσθαι πολὺ διαμαρτήσεται τῇ ὥρᾳ ὁ πρὸς τὸν φαινόμενον ἀστερισμὸν τῶν δώδεκα ζῳδίων τὸν συλλογισμὸν ποιούμενος.

    Ὅτι μὲν οὖν ἀδύνατον ἀκριβῶς ἢ ὡς ἔγγιστα τὴν τῆς νυκτὸς ὥραν ἐπιγνῶναι εἰς τὸ πρὸς τῇ ἀνατολῇ ζῴδιον ἀναβλέψαντας, ἐκ τῶν εἰρημένων ἐστὶ φανερόν.