In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Ἡδέως ἐπέγνων διὰ τῆς ἐπιστολῆς τὸ ἐπίμονόν σου τῆς πρὸς φιλομαθίαν οἰκειώσεως· τά τε γὰρ φυσικὰ τῶν ἐπιζητηθέντων ὑπὸ σοῦ καὶ τὰ περὶ τῶν παρὰ Ἀράτῳ λεγομένων ἐν ταῖς Συνανατολαῖς ἱκανωτέραν ἐνέφαινέ μοι φιλοτεχνίαν, καὶ πολλῷ γε μᾶλλον, ὅσῳ πεπλεόνακας ἐν ταῖς βιωτικαῖς ἀσχολίαις διὰ τὴν τῶν

ἀξιολογωτάτων ἀδελφῶν ὠμὴν τελευτήν. περὶ μὲν οὖν τῶν ἄλλων μετὰ ταῦτά σοι τὴν ἰδίαν κρίσιν δια- σαφήσω· περὶ δὲ τῶν ὑπὸ Ἀράτου λεγομένων ἐν τοῖς Φαινομένοις νῦν προτέθειμαί σοι γράψαι, πᾶν καθόλου τὸ καλῶς ἢ κακῶς λεγόμενον 〈ἐν〉 αὐτοῖς ὑποδεικνύων. ἐξ ὧν ἔσται σοι φανερὰ πάντα καὶ τὰ παρὰ σοῦ δι- απορηθέντα.

[*](1. Ἱππάρχου βηθυνοῦ B (V ι supra η scr.), Ἱππ. Βιθυνοῦ edd || 2. ἐξηγήσεων B edd. || 3. πρῶτον] βιβλίον πρῶτον P1P2, τὸ α΄ B (P3 α ον) ed. pr, βιβλία τρία, postea Βιβλίον πρῶτον supra textum graecum Ur. || 9. ἐν om. B. || 12. ὠμὴν*] ἡμῶν vulg.; ὑμῶν coni. Scal. || 17. καὶ om. M.)
4

Ἐξήγησιν μὲν οὖν τῶν Ἀράτου Φαινομένων καὶ ἄλλοι πλείονες συντετάχασιν· ἐπιμελέστατα δὲ δοκεῖ πάντων Ἄτταλος ὁ καθʼ ἡμᾶς μαθηματικὸς τὸν περὶ

αὐτῶν πεποιῆσθαι λόγον. ἀλλὰ τὸ μὲν ἐξηγήσασθαι τὴν ἐν τοῖς ποιήμασι διάνοιαν οὐ μεγάλης ἐπιστροφῆς προσδεῖσθαι νομίζω· ἁπλοῦς τε γὰρ καὶ σύντομός ἐστι ποιητής, ἔτι δὲ σαφὴς τοῖς καὶ μετρίως παρηκολουθη- κόσι· τὸ δὲ συνεῖναι τὰ λεγόμενα περὶ τῶν οὐρανίων ὑπʼ αὐτοῦ, τίνα τε συμφώνως τοῖς φαινομένοις ἀνα- γέγραπται καὶ τίνα διημαρτημένως, τοῦτʼ ὠφελιμώτατον ἡγήσαιτʼ ἄν τις καὶ μαθηματικῆς ἴδιον ἐμπειρίας.

Θεωρῶν δʼ οὖν 〈ἐν〉 τοῖς πλείστοις καὶ χρησιμω- τάτοις διαφωνοῦντα τὸν Ἄρατον πρὸς τὰ φαινόμενά τε καὶ γινόμενα κατὰ ἀλήθειαν, τούτοις δʼ ἅπασι σχεδὸν οὐ μόνον τοὺς ἄλλους, ἀλλὰ καὶ τὸν Ἄτταλον συνεπιγραφόμενον, ἔκρινα τῆς σῆς ἕνεκα φιλομαθίας καὶ τῆς κοινῆς τῶν ἄλλων ὡφελείας ἀναγράψαι τὰ

δοκοῦντά μοι διημαρτῆσθαι. τοῦτο δὲ ποιῆσαι προ- εθέμην οὐκ ἐκ τοῦ τοὺς ἄλλους ἐλέγχειν φαντασίαν ἀπενέγκασθαι προαιρούμενος· (κενὸν γὰρ καὶ μικρό- ψυχον παντελῶς· τοὐναντίον δὲ δεῖν οἴομαι πᾶσιν ἡμᾶς εὐχαριστεῖν, ὅσοι τῆς κοινῆς ἕνεκεν ὠφελείας ἰδίᾳ πο- νεῖν ἀναδεχόμενοι τυγχάνουσιν·) ἀλλʼ ἕνεκα τοῦ μήτε σὲ μήτε τοὺς λοιποὺς τῶν φιλομαθούντων ἀποπλανᾶ- σθαι τῆς περὶ τὰ φαινόμενα κατὰ τὸν κόσμον θεωρίας.

ὅπερ εὐλόγως πολλοὶ πεπόνθασιν· ἡ γὰρ τῶν ποιημάτων [*](1. Ἐξήγησιν corr. Pet., vulg. ζήτησιν. || 2. πλέονες AP edd || 3 Ἄτταλος corr. Pet., vulg. αὐτός. | περὶ αὐτοῦ A, περὶ αὐτὸν V. || 6 δεῖσθαι B. || 14. τε om. B edd. | δὲ ἅπασι edd. 15. ἄτταλλον Vat hic et sic seapius. || 16. συνεπιγραφόμενον om. B ed. pr. || 17. τῶν ἄλλων om. B edd. || 22. ἰδίᾳ corr. Pet.,)

6
χάρις ἀξιοπιστίαν τινὰ τοῖς λεγομένοις περιτίθησι, καὶ πάντες σχεδὸν οἱ τὸν ποιητὴν τοῦτον ἐξηγούμενοι προσ- τίθενται τοῖς ὑπʼ αὐτοῦ λεγομένοις.

Ἐμπειρότερον δὲ Εὔδοξος τὴν αὐτὴν τῷ Ἀράτῳ περὶ τῶν φαινομένων σύνταξιν ἀναγέγραφεν. εὐλόγως οὖν καὶ ἐκ τῆς τῶν τοσούτων καὶ τηλικούτων μαθη- ματικῶν συμφωνίας ἀξιόπιστος ἡ ποίησις αὐτοῦ δια- λαμβάνεται. καίτοι γε τοῦ Ἀράτου μὲν ἴσως οὐκ ἄξιον ἐφάπτεσθαι, κἂν ἔν τισι διαπίπτων τυγχάνῃ· τῇ γὰρ Εὐδόξου συντάξει κατακολουθήσας τὰ Φαινόμενα γέ- γραφεν, ἀλλʼ οὐ κατʼ ἰδίαν παρατηρήσας ἢ μαθη- ματικὴν κρίσιν ἐπαγγελλόμενος ἐν τοῖς οὐρανίοις προφέρεσθαι καὶ διαμαρτάνων [τῶν] ἐν αὐτοῖς.

Χωρὶς δὲ τῶν ἠγνοημένων ἐν τοῖς Φαινομένοις ὑπό τε Εὐδόξου καὶ τοῦ Ἀράτου καὶ τῶν συνεπιγρα- φομένων ταῖς φάσεσιν αὐτῶν, ἀναγέγραφά σοι καὶ τὰς κατὰ ἀλήθειαν γινομένας ἑκάστου τῶν ἀπλανῶν ἄστρων σὺν αὐτοῖς τοῖς κατηστερισμένοις δώδεκα ζῳδίοις συν- ανανατολὰς καὶ συγκαταδύσεις, ἵνα παρακολουθῶν ἑκάστοις ἀκριβῶς καὶ τὰς τῶν ἄλλων ἀπάντων ἀποφάσεις ἐν

τούτοις δοκιμάζῃς. καὶ διασαφῶ μὲν οὐ μόνον τὴν συνανατολὴν ἢ συγκατάδυσιν, ἔτι δὲ καὶ τίνες ἀστέρες ἑκάστου τῶν ἄστρων πρῶτοί τε καὶ ἔσχατοι ἀνατέλ- λουσιν ἢ δύνουσι, καὶ τίνες τῶν ἄλλων ἀστ τέρων μεσουρα- [*](1. περιτίθησιν B edd., et sic fere semper ν ἐφελκ. etiam ante cons praebent; conf. Praef. cap. ll. ||6. καὶ ante ἐκ om. B. 9. κἂν ex καὶ factum L, καὶ ἐὰν A edd || 11 κατἰδίαν L, κατιδίαν Vat. P1M edd. | ἢ corr. Scal. et Ρet. ἠ LM, ἡ V edd. 12. ἐπαγγελλομένων B edd. || 13. προφέρ. corr Scal., προσφέρ. vulg | προσφ. καὶ διαμαρτανόντων ἐν αὐτοῖς B, προσφέρ μὲν διαμαρτόντων ἐν αὐτοῖς ed. pr., προσφ. καὶ διαμαρτανόντων τῶν ἐν αὐτοῖς Ur Scal. scribi voluit: ἢ μαθ. κρίσιν τῶνδε ἐπαγγελλομένων μὲν ἐν τοῖς οὐρ. προφέρεσθαι, διαμαρτανόντων)

8
νοῦσιν, ἕκαστόν τε τῶν ἀπλανῶν ἄστρων σὺν αὐτοῖς τοῖς δώδεκα ζῳδίοις ἐν πόσαις ἰσημεριναῖς ὥραις

ἀνατέλλει ἢ δύνει. ἐπὶ πᾶσι δὲ διασαφῶ καὶ τίνες ἀστέρες ἀφορίζουσι πάντα τὰ εἰκοσιτέσσαρα ὡριαῖα διαστήματα. διότι γὰρ ἕκαστον τούτων συντείνει πρὸς πολλὰ καὶ χρήσιμα τῶν ἐν τοῖς μαθήμασι θεωρημάτων, εὐκατανόητον εἶναι καὶ σοὶ νομίζω.