The Shepherd of Hermas

Hermas

Hermas, 2nd cent., The Shepherd of Hermas, The Apostolic Fathers, Vol 2, Kirsopp Lake, 1917

οἱ οὖν ψευδόμενοι ἀθετοῦσι τὸν κύριον καὶ γίνονται [*](From here to the last sords of the Mandate (-ta/tou yeu/smatos zh/setai tw=| qew=|) N is missing.) ἀποστερηταὶ στερηταὶ τοῦ κυρίου, μὴ παραδιδόντες αὐτῷ τὴν [*](II Tim. 1, 14) παρακαταθήκην, ἣν ἔλαβον. ἔλαβον γὰρ παῤ αὐτοῦ πνεῦμα ἄψευστον. τοῦτο ἐὰν ψευδὲς ἀποδώσωσιν, ἐμίαναν τὴν ἐντολὴν τοῦ κυρίου καὶ ἐγένοντο ἀποστερηταί.

ταῦτα οὖν ἀκούσας ἐγὼ ἔκλαυσα λίαν. ἰδὼν δέ με κλαίοντα λέγει: Τί κλαίεις; Ὅτι, φημί, κύριε, οὐκ οἶδα, εἰ δύναμαι σωθῆναι. Διατί; φησίν. Οὐδέπω γάρ, φημί, κύριε, ἐν τῇ ἐμῇ ζωῇ ἀληθὲς ἐλάλησα ῥῆμα, ἀλλὰ πάντοτε πανούργως ἐλάλησα [*](e)la/lhsa A, e)/zhsa EL.) μετὰ πάντων καὶ τὸ ψεῦδός μου ἀληθὲς ἐπέδειξα παρὰ πᾶσιν ἀνθρώποις: καὶ οὐδέποτέ μοι οὐδεὶς ἀντεῖπεν, ἀλλ̓ ἐπιστεύθη τῷ λόγῳ μου. πῶς οὖν, φημί, κύριε, δύναμαι ζῆσαι ταῦτα πράξας;