The Shepherd of Hermas

Hermas

Hermas, 2nd cent., The Shepherd of Hermas, The Apostolic Fathers, Vol 2, Kirsopp Lake, 1917

οἱ οὖν λαμβάνοντες ἀποδώσουσιν λόγον τῷ θεῷ, διατί ἔλαβον καὶ εἰς τί: οἱ μὲν γὰρ λαμβάνοντες θλιβόμενοι οὐ δικασθήσονται, οἱ δὲ ἐν ὑποκρίσει λαμβάνοντες τίσουσιν δίκην.

ὁ οὖν διδοὺς ἀθῷός ἐστιν: ὡς γὰρ ἔλαβεν παρὰ τοῦ κυρίου τὴν διακονίαν τελέσαι, ἁπλῶς αὐτὴν ἐτέλεσεν, μηθὲν διακρίνων, τίνι δῷ ἢ μὴ δῷ. ἐγένετο οὖν ἡ διακονία αὕτη ἁπλῶς τελεσθεῖσα ἔνδοξος παρὰ τῷ θεῷ. ὁ οὖν οὕτως ἁπλῶς διακονῶν τῷ θεῷ ζήσεται. [*](From here to the end of this Mandate N is missing except the end of the last sord (-antos).)

φύλασσε οὖν τὴν ἐντολὴν ταύτην, ὥς σοι λελάληκα, ἵνα ἡ μετάνοιά σου καὶ τοῦ οἴκου σου ἐν ἁπλότητι εὑρεθῇ, καὶ ἀκακία [*](a)kaki/a A (probably, but the MS is almost illegible), h( kardi/a edd. the versions are all paraphrastic, but cor is found in L1.) [*](Jam. 1. 27) καθαρὰ καὶ ἀμίαντος.

74

Πάλιν μοι λέγει: Ἀλήθειαν ἀγάπα καὶ πᾶσα ἀλήθεια ἐκ τοῦ στόματός σου ἐκπορευέσθω, ἵνα τὸ πνεῦμα. ὃ ὁ θεὸς κατῴκισεν ἐν τῇ σαρκὶ ταύτῃ, ἀληθὲς εὑρεθῇ παρὰ πᾶσιν ἀνθρώποις, καὶ οὕτως δοξασθήσεται ὁ κύριος ὁ ἐν σοὶ κατοικῶν, ὅτι ὁ κύριος ἀληθινὸς ἐν παντὶ ῥήματι [*](I Joh. 2, 27) καὶ οὐδὲν παῤ αὐτῷ ψεῦδος.

οἱ οὖν ψευδόμενοι ἀθετοῦσι τὸν κύριον καὶ γίνονται [*](From here to the last sords of the Mandate (-ta/tou yeu/smatos zh/setai tw=| qew=|) N is missing.) ἀποστερηταὶ στερηταὶ τοῦ κυρίου, μὴ παραδιδόντες αὐτῷ τὴν [*](II Tim. 1, 14) παρακαταθήκην, ἣν ἔλαβον. ἔλαβον γὰρ παῤ αὐτοῦ πνεῦμα ἄψευστον. τοῦτο ἐὰν ψευδὲς ἀποδώσωσιν, ἐμίαναν τὴν ἐντολὴν τοῦ κυρίου καὶ ἐγένοντο ἀποστερηταί.

ταῦτα οὖν ἀκούσας ἐγὼ ἔκλαυσα λίαν. ἰδὼν δέ με κλαίοντα λέγει: Τί κλαίεις; Ὅτι, φημί, κύριε, οὐκ οἶδα, εἰ δύναμαι σωθῆναι. Διατί; φησίν. Οὐδέπω γάρ, φημί, κύριε, ἐν τῇ ἐμῇ ζωῇ ἀληθὲς ἐλάλησα ῥῆμα, ἀλλὰ πάντοτε πανούργως ἐλάλησα [*](e)la/lhsa A, e)/zhsa EL.) μετὰ πάντων καὶ τὸ ψεῦδός μου ἀληθὲς ἐπέδειξα παρὰ πᾶσιν ἀνθρώποις: καὶ οὐδέποτέ μοι οὐδεὶς ἀντεῖπεν, ἀλλ̓ ἐπιστεύθη τῷ λόγῳ μου. πῶς οὖν, φημί, κύριε, δύναμαι ζῆσαι ταῦτα πράξας;