The Shepherd of Hermas

Hermas

Hermas, 2nd cent., The Shepherd of Hermas, The Apostolic Fathers, Vol 2, Kirsopp Lake, 1917

Λέγει μοι: Ἁπλότητα ἔχε καὶ ἄκακος γίνου, καὶ ἔσῃ ὡς τὰ νήπια τὰ μὴ γινώσκοντα τὴν πονηρίαν τὴν ἀπολλύουσαν τὴν ζωὴν τῶν ἀνθρώπων.

πρῶτον μὲν μηδενὸς καταλάλει μηδὲ ἡδέως ἄκουε [*](Jam. 4, 11) καταλαλοῦντος: εἰ δὲ μή, καὶ σὺ ὁ ἀκούων ἔνοχος ἔσῃ τῆς ἁμαρτίας τοῦ καταλαλοῦντος, ἐὰν πιστεύσῃς τῇ καταλαλιᾷ ᾗ ἂν ἀκούσῃς: πιστεύσας γὰρ [*](ga/r AE(L1) Ath. Ant. om. NL2.) καὶ

72
σὺ αὐτὸς ἕξεις κατὰ τοῦ ἀδελφοῦ σου: οὕτως οὖν ἔνοχος ἔσῃ τῆς ἁμαρτίας τοῦ καταλαλοῦντος.