The Shepherd of Hermas

Hermas

Hermas, 2nd cent., The Shepherd of Hermas, The Apostolic Fathers, Vol 2, Kirsopp Lake, 1917

τοὺς δὲ ἑτέρους, οὓς ἑώρακας πολλοὺς κειμένους, μὴ ὑπάγοντας εἰς τὴν οἰκοδομήν, οὗτοι οἱ μὲν ἐψωριακότες εἰσίν, οἱ ἐγνωκότες τὴν ἀλήθειαν, μὴ ἐπιμένοντας [*](e)pime/nontas N, e)pimei/nantas A.) δὲ ἐν αὐτῇ. [*](au)th=| NL2E, au)th=|, mhde\ kollw/menoi toi=s a(gi/ois. dia\ tou=to a)/xrhstoi/ ei)sin AL1.)

Οἱ δὲ τὰς σχισμὰς ἔχοντες, τίνες εἰσίν; Οὗτοί εἰσιν οἱ κατ̓ ἀλλήλων ἐν ταῖς καρδίαις ἔχοντες καὶ μὴ [*](I Thess. 5, 13, cf. Mk. 9, 50) εἰρηνεύοντες ἐν ἑαυτοῖς, ἀλλὰ πρόσωπον εἰρήνης ἔχοντες, ὅταν δὲ ἀπ̓ ἀλλήλων ἀποχωρήσωσιν, αἱ πονηρίαι αὐτῶν ἐν ταῖς καρδίαις ἐμμένουσιν: αὗται οὖν αἱ σχισμαί εἰσιν, ἃς ἔχουσιν οἱ λίθοι.

οἱ δὲ κεκολοβωμένοι, οὗτοί εἰσιν πεπιστευκότες μὲν καὶ τὸ πλεῖον μέρος ἔχουσιν [*](e)/xousin N, e)/xontes A.) ἐν τῇ δικαιοσύνῃ, τινὰ δὲ μέρη ἔχουσιν τῆς ἀνομίας: διὰ τοῦτο κολοβοὶ καὶ οὐχ ὁλοτελεῖς εἰσιν.