The Shepherd of Hermas
Hermas
Hermas, 2nd cent., The Shepherd of Hermas, The Apostolic Fathers, Vol 2, Kirsopp Lake, 1917
Τί, φημί, ὑπήνεγκαν; Ἄκουε, φησίν: μάστιγας, φυλακάς, θλίψεις μεγάλας, σταυρούς, θηρία εἵνεκεν τοῦ ὀνόματος: διὰ τοῦτο ἐκείνων ἐστὶν τὰ
σὺ δὲ κατεπιθυμεῖς καθίσαι ἐκ δεξιῶν μετ̓ αὐτῶν, ἀλλὰ τὰ ὑστερήματά σου πολλά. καθαρισθήσῃ δὲ ἀπὸ τῶν ὑστερημάτων σου: καὶ πάντες [*](pa/ntes N%2, pa/ntes de\ NcA.) οἱ μὴ διψυχοῦντες καθαρισθήσονται ἀπὸ πάντων τῶν ἁμαρτημάτων εἰς ταύτην τὴν ἡμέραν.
ταῦτα εἴπασα ἤθελεν ἀπελθεῖν: πεσὼν δὲ αὐτῆς πρὸς τοὺς πόδας ἠρώτησα αὐτὴν κατὰ τοῦ κυρίου, ἵνα μοι ἐπιδείξῃ ὃ ἐπηγγείλατο ὅραμα.
ἡ δὲ πάλιν ἐπελάβετό μου τῆς χειρὸς καὶ ἐγείρει με καὶ καθίζει ἐπὶ τὸ συμψέλιον ἐξ εὐωνύμων: ἐκαθέζετο δὲ καὶ αὐτὴ ἐκ δεξιῶν. καὶ ἐπάρασα ῥάβδον τινὰ λαμπρὰν λέγει μοι: Βλέπεις μέγα πρᾶγμα; λέγω αὐτῇ: Κυρία, οὐδὲν βλέπω. λέγει μοι: Σύ, ἰδού, οὐχ ὁρᾷς κατέναντί σου πύργον μέγαν οἰκοδομούμενον ἐπὶ ὑδάτων λίθοις τετραγώνοις λαμπροῖς;
ἐν τετραγώνῳ δὲ ᾠκοδομεῖτο ὁ πύργος ὑπὸ τῶν ἓξ [*](e(/c Nc ALE, e(ch/konta N%2.) νεανίσκων τῶν ἐληλυθότων μετ̓ αὐτῆς: ἄλαι δὲ μυριάδες ἀνδρῶν παρέφερον λίθους, οἱ μὲν ἐκ τοῦ βυθοῦ, οἱ δὲ ἐκ τῆς γῆς, καὶ ἐπεδίδουν τοῖς ἓξ [*](e(/c Nc ALE, e(ch/konta N%2.) νεανίσκοις: ἐκεῖνοι δὲ ἐλάμβανον καὶ ᾠκοδόμουν.