The Shepherd of Hermas

Hermas

Hermas, 2nd cent., The Shepherd of Hermas, The Apostolic Fathers, Vol 2, Kirsopp Lake, 1917

λέγω αὐτῷ: Κύριε, εἰ ἐκεῖνοι τοιαῦτα εἰργάσαντο, ἵνα παραπικρανθῇ ὁ ἔνδοξος ἄγγελος, τί ἐγὼ ἐποίησα; Ἄλλως, φησίν, οὐ δύνανται ἐκεῖνοι θλιβῆναι, ἐὰν μὴ σὺ ἡ κεφαλὴ τοῦ οἴκου θλιβῇς: σοῦ γὰρ θλιβομένου ἐξ ἀνάγκης κἀκεῖνοι θλιβήσονται, εὐσταθοῦντος δὲ σοῦ οὐδεμίαν δύνανται θλῖψιν ἔχειν.

Ἀλλ̓ ἰδού, φημί, κύριε, μετανενοήκασιν ἐξ ὅλης καρδίας αὐτῶν. Οἶδα, φησί, κἀγώ, ὅτι μετανενοήκασιν ἐξ ὅλης καρδίας αὐτῶν: τῶν οὖν μετανοούντων εὐθὺς [*](eu)qu/s LE, om. A.) δοκεῖς τὰς ἁμαρτιας ἀφίεσθαι; οὐ παντελῶς: ἀλλὰ δεῖ τὸν μετανοοῦντα βασανίσαι τὴν ἑαυτοῦ ψυχὴν καὶ ταπεινοφρονῆσαι ἐν πάσῃ πράξει αὐτοῦ ἰσχυρῶς καὶ θλιβῆναι ἐν πάσαις θίψεσι ποικίλαις: καὶ ἐὰν

186
ὑπενέγκῃ τὰς θλίψεις τὰς ἐπερχομένας αὐτῷ, πάντως [*](Eph. 3, 9) σπλαγχνισθήσεται ὁ τὰ πάντα κτίσας καὶ [*](Ps. 68, 28) ἐνδυναμώσας καὶ ἴασίν τινα δώσει αὐτῷ:

καὶ τοῦτο πάντως, ἐὰν ἴδῃ τὴν καρδίαν τοῦ μετανοοῦντος καθαρὰν [*](pa/ntws... kaqara/n LE, pa/ntws tou= metanoou=ntos kaqarw=s A.) ἀπὸ παντὸς πονηροῦ πράγματος. σοὶ δὲ συμφέρον ἐστὶ καὶ τῷ οἴκῳ σου νῦν θλιβῆναι. τί δέ σοι πολλὰ λέγω; θλιβῆναί σε δεῖ, καθὼς προσέταξεν ὁ ἄγγελος κυρίου ἐκεῖνος, ὁ παραδιδούς σε ἐμοί: καὶ τοῦτο εὐχαρίστει τῷ κυρίῳ, ὅτι ἄξιόν σε ἡγήσατο τοῦ προδηλῶσαί σοι τὴν θλῖψιν, ἵνα προγνοὺς αὐτὴν ὑπενέγκῃς ἰσχυρῶς.

λέγω αὐτῷ: Κύριε, σὺ μετ̓ ἐμοῦ γίνου, καὶ δυνήσομαι πᾶσαν θλῖψιν ὑπενεγκεῖν. Ἐγώ, φησίν, ἔσομαι μετὰ σοῦ: ἐρωτήσω δέ καὶ τὸν ἄγγελον τὸν τιμωρητήν, ἵνα σε ἐλαφροτέρως θλίψῃ: ἀλλ̓ ὀλίγον χρόνον θλιβήσῃ καὶ πάλιν ἀποκατασταθήσῃ εἰς τὸν οἶκόν σου. μόνον παράμεινον ταπεινοφρονῶν καὶ λειτουργῶν τῷ κυρίῳ ἐν πάσῃ καθαρᾷ καρδίᾳ, καὶ τὰ τέκνα σου καὶ ὁ οἶκός σου, καὶ πορεύου ἐν ταῖς ἐντολαῖς μου αἷς σοι ἐντέλλομαι, καὶ δυνήσεταί σου ἡ μετάνοια ἰσχυρὰ καὶ καθαρὰ εἶναι:

καὶ ἐὰν ταύτας φυλάξῃς μετὰ τοῦ οἴκου σου, ἀποστήσεται πᾶσα θλῖψις ἀπὸ σοῦ: καὶ ἀπὸ πάντων δέ, φησίν, ἀποστήσεται θλῖψις. ὅσοι ἐὰν ἐν ταῖς ἐντολαῖς μου ταύταις πορευθῶσιν.

188

Ἔδειξέ μοι ἰτέαν μεγάλην, σκεπάζουσαν πεδία καὶ ὄρη, καὶ ὑπὸ τὴν σκέπην τῆς ἰτέας πάντες ἐληλύθασιν οἱ κεκλημένοι ἐν ὀνόματι κυρίου.

εἱστήκει δὲ ἄγγελος κυρίου ἔνδοξος λίαν ὑψηλὸς παρὰ τὴν ἰτέαν, δρέπανον ἔχων μέγα, καὶ ἔκοπτε κλάδους ἀπὸ τῆς ἰτέας, καὶ ἐπεδίδου τῷ λαῷ τῷ σκεπαζομένῳ ὑπὸ τῆς ἰτέας: μικρὰ δὲ ῥαβδία ἐπεδίδου αὐτοῖς, ὡσεὶ πηχυαῖα.

μετὰ τὸ πάντας λαβεῖν τὰ ῥαβδία ἔθηκε τὸ δρέπανον ὁ ἄγγελος, καὶ τὸ δένδρον ἐκεῖνο ὑγιὲς ἦν, οἷον καὶ ἑωράκειν αὐτό.