The Shepherd of Hermas

Hermas

Hermas, 2nd cent., The Shepherd of Hermas, The Apostolic Fathers, Vol 2, Kirsopp Lake, 1917

Ἄκουε, φησίν: εἰς δούλου τρόπον οὐ [*](L adds vides in#3uit dominum eum esse populi accepta a patre suo omni potestate, shich the Editors are inclined to accept.) κεῖται ὁ υἱὸς τοῦ θεοῦ, ἀλλ̓ εἰς ἐξουσίαν μεγάλην κεῖται καὶ κυριότητα. Πῶς, φημί, κύριε, οὐ νοῶ.

Ὅτι, φησίν, ὁ θεὸς τὸν ἀμπελῶνα ἐφύτευσε, τοῦτ̓ ἔστι τὸν λαὸν ἔκτισε καὶ παρέδωκε τῷ υἱῷ αὐτοῦ: καὶ ὁ υἱὸς κατέστησε τοὺς ἀγγέλους ἐπ̓ αὐτοὺς τοῦ συντηρεῖν αὐτούς: καὶ αὐτὸς τὰς ἁμαρτίας αὐτῶν ἐκαθάρισε πολλὰ κοπιάσας καὶ πολλοὺς κόπους ἠντληκώς: οὐδεὶς γὰρ ἀμπελὼν δύναται σκαφῆναι ἄτερ κόπου ἢ μόχθου.

αὐτὸς [*](Ps. 15, 11; Prov. 16, 17) οὖν καθαρίσας τὰς ἁμαρτίας τοῦ λαοῦ ἔδειξεν αὐτοῖς τὰς τρίβους τῆς ζωῆς, δοὺς αὐτοῖς τὸν [*](Joh. 10, 18 ; 12, 49. 50 ; 14, 31 15, 10) νόμον, ὃν ἔλαβε παρὰ τοῦ πατρὸς αὐτοῦ. [*](L adds vides in#3uit dominum eum esse populi accepta a patre suo omni potestate, shich the Editors are inclined to accept.)

ὅτι δὲ ὁ κύριος σύμβουλον ἔλαβε τὸν υἱὸν αὐτοῦ καὶ τοὺς ἐνδόξους ἀγγέλους περὶ τῆς κληρονομίας τοῦ δούλου, ἄκουε:

τὸ πνεῦμα τὸ ἅγιον τὸ προόν, τὸ κτίσαν πᾶσαν τὴν κτίσιν, κατῴκισεν ὁ θεὸς εἰς σάρκα, ἣν ἠβούλετο: αὕτη οὖν ἡ σάρξ, ἐν ᾗ κατῴκησε τὸ πνεῦμα τὸ ἅγιον, ἐδούλευσε τῷ πνεύματι καλῶς ἐν σεμνότητι καὶ ἁγνείᾳ πορευθεῖσα, μηδὲν ὅλως μιάνασα τὸ πνεῦμα.