The Shepherd of Hermas
Hermas
Hermas, 2nd cent., The Shepherd of Hermas, The Apostolic Fathers, Vol 2, Kirsopp Lake, 1917
ὁ ἀγρὸς ὁ [*](Mt. 13, 38) κόσμος οὗτός ἐστιν: ὁ δὲ κύριος τοῦ ἀγροῦ ὁ κτίσας [*](Eph. 3, 9 Cf. Ps. 68, 28) τὰ πάντα καὶ ἀπαρτίσας αὐτὰ καὶ δυναμώσας: [*](L1 adds filius autem spiritus sanctus est. Cf. Sim. ix. 1. 1, (e)kei=no ga\r to\ pneu=ma o( ui(o\s tou= qeou= e)stin.)) ὁ δὲ δοῦλος ὁ υἱὸς τοῦ θεοῦ ἐστιν: αἱ δὲ ἄμπελοι ὁ λαὸς οὗτός ἐστιν, ὃν αὐτὸς ἐφύτευσεν:
οἱ δὲ χάρακες οἱ ἅγιοι ἄγγελοί εἰσι τοῦ κυρίου οἱ συγκρατοῦντες τὸν λαὸν αὐτοῦ. αἱ δὲ βοτάναι αἱ ἐκτετιλμέναι ἐκ τοῦ ἀμπελῶνος ἀνομίαι εἰσὶ τῶν δούλων τοῦ θεοῦ: τὰ δὲ ἐδέσματα, ἃ ἔπεμψεν αὐτῷ ἐκ τοῦ δείπνου, αἱ ἐντολαί εἰσιν, ἃς ἔδωκε τῷ λαῷ αὐτοῦ διὰ τοῦ υἱοῦ αὐτοῦ: οἱ δὲ φίλοι καὶ σύμβουλοι οἱ ἅγιοι ἄγγελοι οἱ πρῶτοι κτισθέντες: ἡ δὲ ἀποδημία τοῦ δεσπότου ὁ χρόνος ὁ περισσεύων εἰς τὴν παρουσίαν αὐτοῦ.
λέγω αὐτῷ: Κύριε, μεγάλως καί θαυμαστῶς πάντα ἐστὶ καὶ ἐνδόξως πάντα ἔχει. μὴ οὖν, φημί, ἐγὼ ἠδυνάμην ταῦτα νοῆσαι; οὐδὲ ἕτερος τῶν ἀνθρώπων, κἂν λίαν συνετὸς ᾖ τις, οὐ δύναται νοῆσαι αὐτά. ἔτι, φημί, κύριε, δήλωσόν μοι, ὃ μέλλω σε ἐπερωτᾶν.
Λέγε, φησίν, εἴ τι βούλει. Διατί, φημί, κύριε, ὁ υἱὸς τοῦ θεοῦ εἰς δούλου τρόπον κεῖται ἐν τῇ παραβολῇ;
Ἄκουε, φησίν: εἰς δούλου τρόπον οὐ [*](L adds vides in#3uit dominum eum esse populi accepta a patre suo omni potestate, shich the Editors are inclined to accept.) κεῖται ὁ υἱὸς τοῦ θεοῦ, ἀλλ̓ εἰς ἐξουσίαν μεγάλην κεῖται καὶ κυριότητα. Πῶς, φημί, κύριε, οὐ νοῶ.