The Shepherd of Hermas
Hermas
Hermas, 2nd cent., The Shepherd of Hermas, The Apostolic Fathers, Vol 2, Kirsopp Lake, 1917
Εἶπόν σοι, φησί, καὶ ἄρτι, ὅτι πανοῦργος εἶ καὶ αὐθάδης, ἐπερωτῶν τὰς ἐπιλύσεις τῶν παραβολῶν. ἐπειδὴ δὲ οὕτω παράμονος εἶ, ἐπιλύσω σοι τὴν παραβολὴν τοῦ ἀγροῦ καὶ τῶν λοιπῶν τῶν ἀκολούθων πάντων, ἵνα γνωστὰ πᾶσι ποιήσῃς αὐτά. ἄκουε νῦν, φησί, καὶ σύνιε αὐτά.
ὁ ἀγρὸς ὁ [*](Mt. 13, 38) κόσμος οὗτός ἐστιν: ὁ δὲ κύριος τοῦ ἀγροῦ ὁ κτίσας [*](Eph. 3, 9 Cf. Ps. 68, 28) τὰ πάντα καὶ ἀπαρτίσας αὐτὰ καὶ δυναμώσας: [*](L1 adds filius autem spiritus sanctus est. Cf. Sim. ix. 1. 1, (e)kei=no ga\r to\ pneu=ma o( ui(o\s tou= qeou= e)stin.)) ὁ δὲ δοῦλος ὁ υἱὸς τοῦ θεοῦ ἐστιν: αἱ δὲ ἄμπελοι ὁ λαὸς οὗτός ἐστιν, ὃν αὐτὸς ἐφύτευσεν:
οἱ δὲ χάρακες οἱ ἅγιοι ἄγγελοί εἰσι τοῦ κυρίου οἱ συγκρατοῦντες τὸν λαὸν αὐτοῦ. αἱ δὲ βοτάναι αἱ ἐκτετιλμέναι ἐκ τοῦ ἀμπελῶνος ἀνομίαι εἰσὶ τῶν δούλων τοῦ θεοῦ: τὰ δὲ ἐδέσματα, ἃ ἔπεμψεν αὐτῷ ἐκ τοῦ δείπνου, αἱ ἐντολαί εἰσιν, ἃς ἔδωκε τῷ λαῷ αὐτοῦ διὰ τοῦ υἱοῦ αὐτοῦ: οἱ δὲ φίλοι καὶ σύμβουλοι οἱ ἅγιοι ἄγγελοι οἱ πρῶτοι κτισθέντες: ἡ δὲ ἀποδημία τοῦ δεσπότου ὁ χρόνος ὁ περισσεύων εἰς τὴν παρουσίαν αὐτοῦ.
λέγω αὐτῷ: Κύριε, μεγάλως καί θαυμαστῶς πάντα ἐστὶ καὶ ἐνδόξως πάντα ἔχει. μὴ οὖν, φημί, ἐγὼ ἠδυνάμην ταῦτα νοῆσαι; οὐδὲ ἕτερος τῶν ἀνθρώπων, κἂν λίαν συνετὸς ᾖ τις, οὐ δύναται νοῆσαι αὐτά. ἔτι, φημί, κύριε, δήλωσόν μοι, ὃ μέλλω σε ἐπερωτᾶν.
Λέγε, φησίν, εἴ τι βούλει. Διατί, φημί, κύριε, ὁ υἱὸς τοῦ θεοῦ εἰς δούλου τρόπον κεῖται ἐν τῇ παραβολῇ;
Ἄκουε, φησίν: εἰς δούλου τρόπον οὐ [*](L adds vides in#3uit dominum eum esse populi accepta a patre suo omni potestate, shich the Editors are inclined to accept.) κεῖται ὁ υἱὸς τοῦ θεοῦ, ἀλλ̓ εἰς ἐξουσίαν μεγάλην κεῖται καὶ κυριότητα. Πῶς, φημί, κύριε, οὐ νοῶ.