The Shepherd of Hermas

Hermas

Hermas, 2nd cent., The Shepherd of Hermas, The Apostolic Fathers, Vol 2, Kirsopp Lake, 1917

Τί, φησίν, ἐστὶ στατίων; Νηστεύω, φημί, κύριε. Νηστεία δὲ, φησί, τί ἐστιν αὕτη, ἣν νηστεύετε; Ὡς εἰώθειν, φημί, κύριε, οὕτω νηστεύω.

Οὐκ οἴδατε, φησί, νηστεύειν τῷ κυρίῳ, οὐδέ ἐστιν νηστεία αὕτη ἡ ἀνωφελής, ἣν νηστεύετε αὐτῷ. Διατί, φημί, κύριε, τοῦτο λέγεις; Λέγω σοι, φησίν, ὅτι οὐκ ἔστιν αὕτη νηστεία, ἣν δοκεῖτε νηστεύειν: ἀλλ̓ ἐγώ σε διδάξω, τί ἐστι νηστεία δεκτὴ καὶ πλήρης τῷ κυρίῳ. [*](kuri/w| AEL2, kuri/w|. *nai/, fhmi/, ku/rie, maka/rio/n me poih/seis e)a\n gnw=| th\n nhstei/an th\n dekth\n tw=| qew=| HL2.) Ἄκουε, φησίν.

ὁ θεὸς οὐ βούλεται τοιαύτην νηστείαν ματαίαν: οὕτω γὰρ νηστεύων τῷ θεῷ οὐδὲν ἐργάσῃ τῇ δικαιοσύνῃ. νήστευσον δὲ τῷ θεῷ νηστείαν τοιαύτην:

μηδὲν πονηρεύσῃ ἐν τῇ ζωῇ σου, ἀλλὰ δούλευσον τῷ [*](Mt. 19, 17) κυρίῳ ἐν καθαρᾷ καρδίᾳ: τήρησον τὰς ἐντολὰς αὐτοῦ πορευόμενος ἐν τοὶς προστάγμασιν αὐτοῦ καὶ μηδεμία ἐπιθυμία πονηρὰ ἀναβήτω ἐν τῇ καρδίᾳ σου: πίστευσον δὲ τῷ θεῷ, ὅτι, ἐὰν ταῦτα ἐργάσῃ καὶ φοβηθῇς αὐτὸν καὶ ἐγκρατεύσῃ ἀπὸ παντὸς πονηροῦ πράγματος, ζήσῃ τῷ θεῷ: καὶ ταῦτα ἐὰν ἐργάσῃ, μεγάλην νηστείαν ποιήσεις καὶ δεκτὴν τῷ θεῷ.

154

Ἄκουε τὴν παραβολήν, ἣν μέλλω σοι λέγειν, ἀνήκουσαν τῇ νηστείᾳ.