The Shepherd of Hermas

Hermas

Hermas, 2nd cent., The Shepherd of Hermas, The Apostolic Fathers, Vol 2, Kirsopp Lake, 1917

Πάντων προέχουσα ἐπιθυμία γυναικὸς ἀλλοτρίας ἢ ἀνδρὸς καὶ πολυτελείας πλούτου καὶ ἐδεσμάτων πολλῶν ματαίων καὶ μεθυσμάτων καὶ ἑτέρων τρυφῶν πολλῶν καὶ μωρῶν: πᾶσα γὰρ τρυφὴ μωρά ἐστι καὶ κενὴ τοῖς δούλοις τοῦ θεοῦ.

αὗται οὖν αἱ ἐπιθυμίαι πονηραί εἰσι, θανατοῦσαι τοὺς δούλους τοῦ θεοῦ: αὕτη γὰρ ἡ ἐπιθυμία ἡ πονηρὰ τοῦ διαβόλου θυγάτηρ ἐστίν. ἀπέχεσθαι οὖν δεῖ ἀπὸ τῶν ἐπιθυμιῶν τῶν πονηρῶν, ἵνα ἀποσχόμενοι ζήσητε τῷ θεῷ.

ὅσοι δὲ ἂν κατακυριευθῶσιν ὑπ̓ αὐτῶν καὶ μὴ ἀντισταθῶσιν αὐταῖς, ἀποθανοῦνται εἰς τέλος: θανατώδεις γάρ [*](Cf. Eph. 6, 13 ff.) εἰσιν αἱ ἐπιθυμίαι [*](e)piqumi/ai ei)s te/los A.) αὗται.