The Shepherd of Hermas

Hermas

Hermas, 2nd cent., The Shepherd of Hermas, The Apostolic Fathers, Vol 2, Kirsopp Lake, 1917

Φοβήθητι, φησί, τὸν κύριον καὶ φύλασσε τὰς [*](Eccles. 12,13) ἐντολὰς αὐτοῦ. φυλάσσων οὖν τὰς ἐντολὰς τοῦ θεοῦ ἔσῃ δυνατὸς ἐν πάσῃ πράξει, καὶ ἡ πρᾶξίς σου ἀσύγκριτος ἔσται. φοβούμενος γὰρ τὸν κύριον πάντα καλῶς ἐργάσῃ: οὗτος δέ ἐστιν ὁ φόβος, ὃν δεῖ σε φοβηθῆναι, καὶ σωθῆναι. [*](swqh=nai A, swqh/sh| L2 Ant.)

τὸν δὲ διάβολον μὴ φοβηθῇς: φοβούμενος γὰρ τὸν κύριον κατακυριεύσεις τοῦ διαβόλου, ὅτι δύναμις ἐν αὐτῷ οὐκ ἔστιν. ἐν ᾧ δὲ δύναμις οὐκ ἔστιν, [*](e)n w(=|... e)/stin om. (E) L2 Ath.) οὐδὲ φόβος: ἐν ᾧ δὲ δύναμις ἡ ἔνδοξος, καὶ φόβος ἐν αὐτῷ. πᾶς γὰρ ὁ δύναμιν ἔχων φόβον ἔχει: ὁ δὲ μὴ ἔχων δύναμιν ὑπὸ πάντων καταφρονεῖται.

φοβήθητι δὲ τὰ ἔργα τοῦ διαβόλου, ὅτι πονηρά ἐστι. φοβούμενος οὖν τὸν κύριον [*](ku/rion A, add. fobhqh/sh| ta\ e)/rga tou= diabo/lou kai/ Ant. (L1), L2 omits the shole clause.) οὐκ ἐργάσῃ αὐτά, ἀλλ̓ ἀφέξῃ ἀπ̓ αὐτῶν.

δισσοὶ οὖν εἰσιν οἱ φόβοι: ἐὰν γὰρ θέλῃς τὸ πονηρὸν ἐργάσασθαι, φοβοῦ τὸν κύριον, καὶ οὐκ ἐργάσῃ αὐτό: ἐὰν δὲ θέλῃς πάλιν τὸ ἀγαθὸν ἐργάσασθαι, φοβοῦ τὸν κύριον, καὶ ἐργάσῃ αὐτό. ὥστε ὁ φόβος τοῦ κυρίου ἰσχυρός ἐστι καὶ μέγας καὶ ἔνδοξος. φοβήθητι οὖν τὸν κύριον, καὶ ζήσῃ αὐτῷ: καὶ ὅσοι ἂν φοβηθῶσιν αὐτὸν καὶ τηρήσωσι [*](kai\ thrh/swsi E Ant., tw=n fulasso/ntwn A.) τὰς ἐντολὰς αὐτοῦ, ζήσονται τῷ θεῷ.

Διατί, φημί, κύριε, εἶπας περὶ τῶν τηρούντων τὰς ἐντολὰς αὐτοῦ: Ζήσονται τῷ θεῷ; Ὅτι, φησίν, πᾶσα ἡ κτίσις φοβεῖται τὸν κύριον τὰς δὲ ἐντολὰς αὐτοῦ οὐ φυλάσσει. τῶν οὖν

102
φοβουμένων αὐτὸν καὶ φυλασσόντων τὰς ἐντολὰς αὐτοῦ, ἐκείνων ἡ ζωή ἐστι παρὰ τῷ θεῷ: τῶν δὲ μὴ φυλασσόντων τὰς ἐντολὰς αὐτοῦ, οὐδὲ ζωὴ ἐν αὐτῷ.

Εἶπόν σοι, φησίν, ὅτι τὰ κτίσματα τοῦ θεοῦ διπλᾶ ἐστι: καὶ γὰρ ἡ ἐγκράτεια διπλῆ ἐστιν. ἐπί τινων γὰρ δεῖ ἐγκρατεύεσθαι, ἐπί τινων δὲ οὐ δεῖ:

Γνώρισόν μοι, φημί, κύριε, ἐπὶ τίνων δεῖ ἐγκρατεύεσθαι, ἐπὶ τίνων δὲ οὐ δεῖ. Ἄκουε, φησί. τὸ πονηρὸν ἐγκρατεύου καὶ μὴ ποίει αὐτό: τὸ δὲ ἀγαθὸν μὴ ἐγκρατεύου, ἀλλὰ ποίει αὐτὸ. ἐὰν γὰρ ἐγκρατεύσῃ τὸ ἀγαθὸν μὴ ποιεῖν, ἁμαρτίαν μεγάλην ἐργάζῃ: [*](e)a\n ga\r... e)rga/zh| EL, om. A.) ἐὰν δὲ ἐγκρατεύσῃ τὸ πονηρὸν μὴ ποιεῖν, δικαιοσύνην μεγάλην ἐργάζῃ. ἐγκράτευσαι οὖν ἀπὸ πονηρίας πάσης ἐργαζόμενος τὸ ἀγαθόν.

Ποταπαί, φημί, κύριε, εἰσὶν αἱ πονηρίαι, ἀφ̓ ὧν ἡμᾶς δεῖ ἐγκρατεύεσθαι; Ἄκουε, φησίν: ἀπὸ μοιχείας καὶ πορνείας, ἀπὸ μεθύσματος ἀνομίας, ἀπὸ τρυφῆς πονηρᾶς, ἀπὸ ἐδεσμάτων πολλῶν καὶ πολυτελείας πλούτου καὶ καυχήσεως καὶ ὑψηλοφροσύνης καὶ ὑπερηφανίας καὶ ἀπὸ ψεύσματος καὶ καταλαλιᾶς καὶ ὑποκρίσεως, μνησικακίας καὶ πάσης βλασφημίας.

ταῦτα τὰ ἔργα πάντων πονηρότατά εἰσιν ἐν τῇ ζωῇ τῶν ἀνθρώπων. ἀπὸ τούτων οὖν τῶν ἔργων δεῖ ἐγκρατεύεσθαι τὸν δοῦλον τοῦ θεοῦ: ὁ γὰρ μὴ ἐγκρατευόμενος ἀπὸ τούτων οὐ δύναται ζῆσαι τῷ θεῷ. ἄκουε οὖν καὶ τὰ

104
ἀκόλουθα τούτων,

Ἔτι γάρ, φημί, κύριε, πονηρὰ ἔργα ἐστί; Καί γε πολλά, φησίν, ἔστιν, ἀφ̓ ὧν δεῖ τὸν δοῦλον τοῦ θεοῦ ἐγκρατεύεσθαι: κλέμμα, ψεῦδος, ἀποστέρησις, ψευδομαρτυρία, πλεονεξία, ἐπιθυμία πονηρά, ἀπάτη, κενοδοξία, ἀλαζονεία καὶ ὅσα τούτοις ὅμοιά εἰσιν.