The Shepherd of Hermas

Hermas

Hermas, 2nd cent., The Shepherd of Hermas, The Apostolic Fathers, Vol 2, Kirsopp Lake, 1917

Ἰδού, ὁ θεὸς τῶν δυνάμεων, ὃν ἀγαπῶ, [*](o(\n a)gapw= N, #3ui invisibili (=a)ora/tw|) L1, #3ui omnia nirtute sustentabili L2, in his pity and in his love E. The text is clearly corrupt, and cannot be restored sith certainty.) δυνάμει κραταιᾷ καὶ τῇ μεγάλῃ συνέσει αὐτοῦ κτίσας τὸν κόσμον καὶ τῇ ἐνδόξῳ βουλῇ περιθεὶς τὴν εὐπρέπειαν τῇ κτίσει αὐτοῦ καὶ τῷ ἰσχυρῷ ῥήματι πήξας τὸν οὐρανὸν [*](Ps. 135, 6) καὶ θεμελιώσας τὴν γῆν ἐπὶ ὑδάτων καὶ τῇ ἰδίᾳ σοφίᾳ καὶ προνοίᾳ κτίσας τὴν ἁγίαν ἐκκλησίαν αὐτοῦ, ἣν καὶ ηὐλόγησεν, ἰδού, μεθιστάνει τοὺς οὐρανούς, καὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς καὶ τὰς θαλάσσας, καὶ πάντα ὁμαλὰ γίνεται τοῖς ἐκλεκτοῖς αὐτοῦ, ἵνα ἀποδῷ αὐτοῖς τὴν ἐπαγγελίαν, ἣν ἐπηγγείλατο μετὰ πολλῆς δόξης καὶ χαρᾶς, ἐὰν τηρήσωσιν τὰ νόμιμα τοῦ θεοῦ, ἃ παρέλαβον ἐν μεγάλῃ πίστει.

Ὅτε οὖν ἐτέλεσεν ἀναγινώσκουσα καὶ ἠγέρθη ἀπὸ τῆς καθέδρας, ἦλθαν τέσσαρες νεανίαι καὶ ἦραν τὴν καθέδραν καὶ ἀπῆλθον πρὸς τὴν ἀνατολήν.

προσκαλεῖται δέ με καὶ ἥψατο τοῦ

16
στήθους μου καὶ λέγει μοι: Ἤρεσέν σοι ἡ ἀνάγνωσίς μου; καὶ λέγω αὐτῇ: Κυρία, ταῦτά μοι τὰ ἔσχατα ἀρέσκει, τὰ δὲ πρῶτα [*](pro/tera Na A (L priora). N omits, but the next line (shere A also reads pro/tera) suggests that its archetype read prw=ta.) χαλεπὰ καὶ σκληρά. ἡ δὲ ἔφη μοι λέγουσα: Ταῦτα τὰ ἔσχατα τοῖς δικαίοις, τὰ δὲ πρῶτα τοῖς ἔθνεσιν καὶ τοῖς ἀποστάταις.

λαλούσης αὐτῆς μετ̓ ἐμοῦ δύο τινὲς ἄνδρες ἐφάνησαν καὶ ἦραν αὐτὴν τῶν ἀγκώνων καὶ ἀπῆλθαν, ὅπου ἡ καθέδρα, πρὸς τὴν ἀνατολήν. ἱλαρὰ δὲ ἀπῆλθεν καὶ ὑπάγουσα λέγει μοι: Ἀνδρίζου, Ἑρμᾶ.