De diversis verborum significationibus (= Περὶ διαφόρους σημασίας κατ’ ἀλφάβητον) (epitome operis Herennii Philonis)

Philo of Byblos

Philo of Byblos. Ammonius. De differentia adfinium vocabulorum. Valckenaer, Ludwig Caspar, editor. Leipzig: Ioannis Augustus Gottlieb Weigel, 1822.

Βασιλεὺς καὶ Κοίρανος καὶ Ἡγεμὼν διαφέρει. Βασιλεὺς μὲν γάρ ἐστιν, ὁ πατρόθεν ἢ ἐκ γένους τὴν ἀρχὴν παραλαβών· Κοίρανος δὲ, ὁ πρὸς καιρία τὸ τοῦ βασιλέως ἔργον ἐπιτελῶν· Ἡγεμὼν δὲ, ὁ τάξεως στρατιωτικῆς ἡγούμενος.

Βίος μὲν λέγεται ἡ λογικὴ ζωή· Ζωὴ δὲ, ἡ χρῆσις τῆς

ψυχῆς. καὶ Βιοῦν ἐπὶ ἀνθρώπων μόνον λέγεται· Ζῆν δὲ, καὶ ἐπὶ ἀνθρώπων, καὶ ἐπὶ ζώων.

Βλέφαρα μὲν αὐτὰ τὰ ἐπικλειόμενα δέρματα· Βλεφαρίδες δὲ, αἱ ἐπὶ τῶν βλεφάρων τρίχες.

Βοῦς μὲν ὁ τέλειος· Μόσχος δὲ, ὁ νεογνός. ἀφ’ οὗ καὶ Μοσχία, ἡ νέα.