Fragments

Hephaestion

Hephaestion. Hephaestionis Enchiridion cum commentariis veteribus. Consbruch, Maxmilian, editor. Leipzig: Teubner. 1906

schol. in Hermog. RhG VII 892,10 ῥυθμὸς..., ὡς δὲ Ἀριστόξενος καὶ Ἡφαιστίων φασί, χρόνων τάξις. χρόνος δέ ἐστι μόριον ποδὸς ἢ φωνῆς μέτρον ἐλάχιστον ἢ μέτρον τι κινήσεως, καὶ ὥσπερ ἐκ χειρῶν τυχὸν καὶ ποδῶν μερῶν ὄντων καὶ τῶν ἄλλων ὁ ἄνθρωπος συνίσταται, ὅς ἐστιν εἶδος, οὕτως ἐκ συνθήκης καὶ
ἀναπαύσεως γίνεται ὁ ῥυθμός, ἐκ μερῶν ὄντων ἐκείνων, αὐτὸς ὥσπερ εἶδος ὥν.

schol. in Hermog. RhG VII 983,26 ἐν τῷ περὶ μέτρων φησὶν ὁ Ἡφαιστίων ὅτι συγγένεια γίνεται μέτρου πρὸς μέτρον τριχῶς, κατὰ ἀφαίρεσιν, κατὰ πρόσθεσιν, κατὰ μετάθεσιν· οἷον ἐὰν ἀφείης τοῦ

μῆνιν ἄειδε θεά
τὴν πρώτην συλλαβήν, ποιεῖς ἀντὶ δακτυλικοῦ μέτρου ἀναπαιστικόν· οὕτως οὖν καὶ τὸ ἰωνικὸν ἀπὸ μείζονος συγγενές ἐστι τῷ τροχαϊκῷ κατὰ μετάθεσιν· τοῦ γὰρ ἰωνικοῦ ἀπὸ μείζονος ἐκ μακρῶν δύο καὶ δύο βραχειῶν ὄντος, ἔξεστι μεταθεῖναι καὶ ποιῆσαι διτρόχαιον ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρὰς καὶ βραχείας. ἰωνικοὶ δὲ καλοῦνται, ἐπειδὴ Ἰώνων εἰσὶν εὕρημα· μαλακὸν τὸ μέτρον καὶ τρυφερώτατον, ᾧ καὶ Σωτάδης ἐχρήσατο, ὥς φησιν Δογγῖνος.

schol. in Hermog. RhG VII 936,26 ἰστέον ὅτι Ἀφαιστίων φυσικὰ μέτρα γενικὰ βούλεται εἶναι ἐννέα· δακτυλικόν, ἀναπαιστικόν, ἰαμβικόν, τροχαϊκόν, ἀντισπαστικόν, χοριαμβικόν, ἰωνικὸν ἀπὸ μείζονος, ἰωνικὸν

ἀπʼ ἐλάττονος, κρητικόν· τὰ δὲ παρὰ ταῦτα καλεῖ ἀσυνάρτητα καὶ συγκεχυμένα.

schol. in Hermog. RhG VII 982,15 ὁ τροχαῖος τροχαλὸν ποιεῖ τὸν λόγον, διὸ τροχαῖος καλεῖται ὁ τῶν τρεχόντων ῥυθμός, ὥς φησιν Λογγῖνος ὁ φιλολόγος, † ὅθεν καὶ ἴαμβος καλεῖται ἀπὸ τοῦ ἰαμβίζειν, ὅ ἐστι λοιδορεῖν· τοῦτο δὲ ποιοῦσιν οἱ κωμικοὶ οἱ τῷ ἰάμβῳ χρησάμενοι. (ἐπεὶ οὖν καὶ οἱ τρέχοντες καὶ ὑβρίζοντες σπουδῇ τοῦτο ποιοῦσιν, οὐ δεῖ ἐν σεμνότητι χρῆσθαι τούτοις τροχαίῳ καὶ τῷ συγγενεῖ αὐτῷ ἰωνικῷ οὐδὲ ἰαμβικῷ ἐπιπολύ).

schol. in Hermog. RhG VII 985,1 δεῖ οὖν ἄνευ προσθήκης καὶ ἀφαιρέσεως μεθαρμόσαι τὰ ἔπη οὕτως· ὡς ὁ πρόσθʼ ἵππων τανυσθεὶς κεῖτο καὶ δίφρου· ὁ δὲ δεύτερος κατὰ μὲν Λογγῖνόν ἐστι χοριαμβικός.