On Poems

Hephaestion

Hephaestion. Hephaestionis Enchiridion cum commentariis veteribus. Consbruch, Maxmilian, editor. Leipzig: Teubner. 1906

Ἔστι δέ τις ἐν ταῖς κωμῳδίαις καὶ ἡ καλουμένη παράβασις, ἥτις ἐὰν τελεία γράφηται, ἐστὶν αὐτῆς εἴδη ἑπτά. Καλεῖται δὲ παράβασις, ἐπειδὴ εἰσελθόντες εἰς τὸ θέατρον καὶ ἀντιπρόσωποι ἀλλήλοις στάντες οἱ χορευταὶ παρέβαινον καὶ εἰς τὸ θέατρον ἀποβλέποντες ἔλεγόν τινα.

Τὰ δὲ εἴδη τῆς παραβάσεως ἐστι ταῦτα· κομμάτιον, ὃ καὶ παρὰ τοῖς παλαιοῖς ποιηταῖς ὠνομάσθη· φησὶ γὰρ ὁ Εὔπολις (362)

εἰωθὸς τὸ κομμάτιον τοῦτο·
δεύτερον δὲ εἶδός ἐστιν ἡ ὁμωνύμως τῷ γένει καλουμένη παράβασις· καὶ τρίτον τὸ μακρὸν προσαγορευόμενον, ὃ καί φαμεν εἶναι ἐπιμηκέστερον· οὐ μὴν ἀλλὰ καὶ διὰ τὸ ἀπνευστὶ λέγεσθαι ἐδόκει εἶναι μακρότερον. — Ταῦτα μὲν οὖν ἐστιν ἀπολελυμένα. ἕτερα δέ ἐστι τὰ κατὰ σχέσιν γεγραμμένα, τό τε μέλος καὶ τὸ ἐπίρρημα, ὅπερ ὡς ἐπὶ τὸ πλεῖστον ἑκκαίδεκα ἦν στίχων, καὶ τὸ τῴ μέλει ἀντίστροφον καὶ τὸ καλούμενον ἀντεπίρρημα, ὅπερ ἦν τῶν ἴσων κώλων τῷ ἐπιρρήματι.